1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

175

λαλεῖν τοὺς καλουμένους, ἑξῆς διδάσκει λέγων· τότε κρίσιν ἀναγγειλάτωσαν· τὸν γὰρ περὶ τῆς κρίσεως λόγον βούλεται μαθόντα τὰ ἔθνη καὶ ἑτέροις ἀπαγγέλλειν. Ἀλλὰ καὶ τοῦτο μαθεῖν τοῖς αὐτοῖς προστάττει τὸ γνῶναι· τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην; δικαιοσύνης γὰρ ἔργον ἦν τὸ μὴ Ἰουδαίους μόνον ἀλλὰ καὶ τὰ λοιπὰ ἔθνη καλεῖσθαι ἐπὶ τὴν τοῦ θεοῦ γνῶσιν. τίς οὖν ἐστιν ὁ ἐκ τῶν ἀνατολῶν τοῦ φωτὸς ταύτην ἐγείρας τὴν δικαιοσύνην, καλέσας τε αὐτὸν εἰς τὸ ἕπεσθαι αὐτῷ; τίς δὲ ὁ δεδωκὼς αὐτὴν ἐναντίον πάντων τῶν ἐθνῶν ὡς ἐκστῆναι ἐπὶ τῷ προστάγματι τοὺς τῶν ἐθνῶν βασιλεῖς καὶ θορυβηθῆναι τὰ πρῶτα, πειραθῆναί τε διωγμοὺς καὶ πολέμους κινῆσαι κατὰ τοῦ λόγου τῆς δικαιοσύνης, νικηθῆναι δὲ ὑπὸ τοῦ τῆς δικαιοσύνης θεοῦ, ὃς ὑπερμαχῶν τῶν ὑποδεδεγμένων αὐτήν. τὰ μὲν πολεμικὰ τῶν τῆς δικαιοσύνης ἐχθρῶν φρυγάνων τρόπον ἠφάνισεν, ἑαυτῷ δὲ ὁδὸν ἐξωμάλισεν ἐν εἰρήνῃ διελθεῖν τοὺς πόδας αὐτοῦ. Τίς οὖν ὁ ταῦτα πάντα κατεργασάμενος ἀλλ' ἢ ὁ ἐπὶ πάντων θεός; διὸ ἐπιλέγει ἑξῆς· ἐκάλεσεν αὐτήν, δηλονότι τὴν δικαιοσύνην, ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς, ἐγὼ θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι, ἀνθ' οὗ ὁ Σύμμαχος ἡρμήνευσεν· ἐγὼ κύριος πρῶτος, καὶ μετὰ τῶν ἐσχάτων ἐγώ εἰμι· αὐτὸς γὰρ ἦν ὁ καὶ τοῖς πρώτοις πρόπαλαι καὶ ἐξ ἀρχῆς θεοφιλέσι γενομένοις γνωσθεὶς καὶ ὁ μετὰ τὸν πρότερον λαὸν τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ πεπιστευμένος. διὸ ἐπιλέγει· εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν. μαρτυρεῖ δὲ ὁ λόγος ὠφέλειαν οὐ τὴν τυχοῦσαν τοῖς ἔθνεσιν, εἴ γε μεταβαλόντα τὴν προτέραν ἀβλεψίαν τῆς πολυθεΐας ἴδοιεν τὸν εἰρηκότα· ἐγὼ θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι. καὶ ἰδόντα ἐφοβήθησαν ἐν «ἀρχῇ» γενόμενα «σοφίας»· «ἀρχὴ γὰρ σοφίας φόβος κυρίου». ἀλλὰ καὶ τὰ πέρατα τῆς γῆς ἐξεπλάγησαν· τὸ γὰρ παράδοξον τοῦτ' ἦν, ὅτι καὶ τὰ βάρβαρα φῦλα καὶ τὰ πορρωτάτω ἀπῳκισμένα τῆς Ἰουδαϊκῆς χώρας, καθ' ἣν μόνην γνωρίζεσθαι ἐνομίζετο τὸ παλαιὸν ὁ θεός, γνῶσιν ἀνείληφε θεοσεβείας ὡς ἐκπλαγῆναι τῆς τοῦ θεοῦ δικαιοσύνης, τὴν χάριν σπεῦσαί τε καὶ ἐλθεῖν ἀκολούθως τῷ φήσαντι κηρύγματι· «ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα». ἀλλ' ἐκεῖ μὲν ἐκελεύοντο ἀπαντᾶν καὶ λαλεῖν, δῆλον δ' ὅτι δοξάζειν τὸν θεόν, ἐνταῦθα δέ φησιν ὁ λόγος· ἤγγισαν καὶ ἦλθον ἅμα, κρίνων ἕκαστος τῷ πλησίον βοηθῆσαι. οὐ γὰρ μόνον ἑαυτοὺς σῴζειν οἱ κεκλημένοι ἦλθον, ἀλλὰ καὶ τοὺς πλησίον κατὰ τοὺς τῆς φιλανθρωπίας νόμους. διὸ τοὺς πλησίον θεραπεύειν καὶ τοὺς ἑαυτῶν ἀδελφοὺς καὶ γνωρίμους ἐθέλοντες τοὺς ἔτι ἐν ἀτοπίᾳ ὄντας ταῦτα πρὸς αὐτοὺς ἔλεγον. Ἦν ποτε χρόνος ὅτε καὶ ἡμῶν αὐτῶν κατίσχυσεν ἀνὴρ τέκτων, ὁ τὴν εἰδωλολατρίαν κατεργασάμενος, καὶ χαλκεὺς τύπτων σφύρᾳ τοὺς ἑαυτοῦ θεούς· ἀλλὰ νῦν ἔγνωμεν τὸ μηθὲν ὄντας ἐκείνους καὶ τῆς πατρικῆς κατέγνωμεν πλάνης, ὃ δὴ καὶ ὑμᾶς προσήκει μανθάνοντας ὠφελεῖσθαι. δεῖγμα δὲ τῆς ἀδρανείας τῶν πάλαι νομισθέντων ἡμῖν θεῶν τὸ μηδὲ ἑστάναι δύνασθαι, εἰ μὴ γόμφοις τισὶ καὶ ἥλοις ἐμπαρεῖεν. ἐπειδὰν δὲ δι' ἑτέρων ἱδρυθέντα στῇ, ἄλλος ἔλεγχος αὐτῶν τῆς ἀζωΐας γίνεται τὸ μηκέτι κινεῖσθαι αὐτὰ δύνασθαι· ὅτε τοίνυν οὔτε ἑαυτοῖς ἑστάναι οὔτε ὑπὸ ἑτέρων ἑδρασθέντα κινεῖσθαι οἷά τέ ἐστι. πῶς ἂν εἶεν θεοὶ ταῦτα πρὸς τοὺς πέλας φησί ποτε τὰ ἔθνη ὁ λόγος θεσπίζει, καὶ ἐπειδήπερ ἀνωτέρω προστέτακτο τὰ αὐτὰ ἔθνη μὴ μόνον «ἐγγίζειν» τῷ θεῷ ἀλλὰ καὶ «λαλεῖν»· ἐλέγετο γάρ· «ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα». εἰκότως ὅτε «ἤγγισαν» διὰ τῶν προκειμένων καὶ ἐλθόντα τινά ποτε καὶ ὁποῖα τοῖς γνωρίμοις αὐτῶν διείλεκται, εἴρηται διὰ τῆς προφητείας. 2.20 Ἐν μὲν τοῖς ἀνωτέρω τῷ Ἰακὼβ καὶ Ἰσραὴλ ἐμέμφετο ὁθεὸς διὰ τὸ λέγειν· «Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ θεοῦ, καὶ ὁ θεὸς τὴν κρίσιν μου ἀφεῖλε καὶ ἀπέστη», διὰ δὲ τῶν μετὰ χεῖρας παῖδα αὐτοῦ ὀνομάζει τὸν Ἰσραὴλ καὶ τὸν Ἰακὼβ ἐκλελεγμένον εἶναί φησι, σαφῶς τοῦ λόγου δύο τάγματα παριστῶντος τοῦ ἐκ