176
περιτομῆς λαοῦ, ἓν μὲν τὸ κατηγορούμενον καὶ ἐπιτιμώμενον, ἕτερον δὲ ᾧ τὰς παρούσας ἐπαγγελίας πεποίηται. τὸ μὲν οὖν πρῶτον τὸ τῶν ἐκπεσόντων τοῦ θεοῦ διὰ τὴν ἀπιστίαν αὐτῶν τυγχάνει, τὸ δὲ ἕτερον τὸ τῶν ὑπακουσάντων τῇ πίστει καὶ διὰ τοῦτο τῆς σωτηρίου χάριτος κατηξιωμένων, ὁποῖοι ἦσαν οἱ μαθηταὶ καὶ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν, οἵ τε λοιποὶ πάντες οἱ εἰς αὐτὸν πεπιστευκότες τοῦ ἐκ περιτομῆς λαοῦ Ἰσραὴλ καὶ Ἰακὼβ ὄντες καὶ αὐτοί. ἀκολούθως τοίνυν τῷ περὶ τῶν ἐθνῶν λόγῳ ἡ ἐκλογὴ τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν συνῆπται. διὸ εἰς αὐτῶν πρόσωπόν φησιν ἡ προφητεία· Σὺ δέ, Ἰσραήλ, παῖς μου, Ἰακώβ, ὃν ἐξελεξάμην, σπέρμα Ἀβραάμ, ὃν ἠγάπησα. παῖδα δὲ πρῶτον ὀνομάζει ἔπειτα ἐκλεκτὸν εἶτα ἀγαπητὸν τὸν μὲν ὡς ἐν ἀρχαῖς ὄντα καὶ φόβῳ δουλείας ἔτι παιδαγωγούμενον, οἷος ἦν ὁ ἀποστολικὸς χορός, τὸν πρῶτον βίον «ὑπὸ τὸν παιδαγωγὸν» «νόμον» γεγονώς, τὸν δ' αὐτὸν ἐκλεκτὸν ὀνομάζει, ὡς ἂν προκόψαντα καὶ τῆς σωτηρίου κλήσεώς τε καὶ ἐκλογῆς κατηξιωμένον. σπέρμα δὲ Ἀβραὰμ ἕτερον τάγμα τυγχάνον παρὰ τὸ τῶν ἐκλεκτῶν, ποῖον ἂν εἴη ἢ τὸ πλῆθος τῶν Ἰουδαίων, πρὸς οὓς διαλεγόμενος ὁ σωτὴρ ἔλεγεν· «Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε»; ἕτεροι δ' ἦσαν οὗτοι παρὰ τὰ «τέκνα τοῦ Ἀβραάμ», περὶ ὧν ἐδίδασκε λέγων· «εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε». Ἀβραὰμ μὲν οὖν ἀγαπητὸς ἦν τοῦ θεοῦ καὶ φίλος· διὸ λέλεκται· σπέρμα Ἀβραάμ, ὃν ἠγάπησα, ἢ κατὰ τὸν Σύμμαχον· σπέρμα Ἀβραὰμ τοῦ φίλου μου, κατὰ δὲ τὸν Ἀκύλαν· σπέρμα Ἀβραὰμ ἀγαπητοῦ μου. τό γε μὴν σπέρμα αὐτοῦ οὐκέτι ἠγαπῆσθαι ὁμοίως τῷ Ἀβραὰμ λέλεκται· πλὴν ἀλλὰ καὶ τὸ σπέρμα τοῦ Ἀβραὰμ καλεῖ διὰ τῶν ἐκλεκτῶν αὐτοῦ εἰπὼν αὐτοῖς· «πορεύεσθε πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ». Καὶ ἐπειδήπερ τὸ σπέρμα τοῦτο τοῦ Ἀβραὰμ διεσπαρμένον εἰς πᾶσαν τὴν γῆν, τούτου χάριν ἐπιλέγει ἑξῆς· οὗ ἀντελαβόμην ἀπ' ἄκρου τῆς γῆς καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε, ἢ κατὰ τὸν Σύμμαχον· καὶ ἀπὸ τῶν ἀγκώνων αὐτῆς ἐκάλεσά σε. σημαίνει δὲ διὰ τούτων τοὺς ἐν τῇ διασπορᾷ τοῦ Ἰουδαίων λαοῦ, οὓς πρώτους κατηξίου τῆς αὐτοῦ κλήσεως· ὥσπερ οὖν καὶ ὁ ἀπόστολος Παῦλος παρίστη πρὸς Ἰουδαίους λέγων· «ὑμῖν ἔδει πρώτοις κηρυχθῆναι τὸν λόγον· ἐπεὶ δὲ ἀποστρέφεσθε πορευόμεθα εἰς τὰ ἔθνη». τοῖς οὖν ἐκ τούτων ὑπακούσασι τῇ κλήσει καὶ τὸν εὐαγγελικὸν λόγον παραδεδεγμένοις φησὶ τό· οὗ ἀντελαβόμην ἀπ' ἄκρων τῆς γῆς καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε· πολλοὶ γὰρ ἦσαν κατὰ τοὺς ἀποστολικοὺς χρόνους οἱ ἀπὸ Ἰουδαίων τὸν Χριστοῦ λόγον παραδεδεγμένοι, οὐ μόνον ἐπὶ τῆς Ἰουδαίας γῆς ἀλλὰ καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν. ἀλλὰ γὰρ τοῦ σπέρματος τοῦ Ἀβραὰμ μέχρι τούτου μνημονεύσας ἀνατρέχει ἐπὶ τὴν ἐκλογὴν τοῦ χοροῦ τοῦ ἀποστολικοῦ καί φησι πρὸς αὐτούς· Παῖς μου εἶ, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ∆οῦλός μου εἶ, ἐξελεξάμην σε καὶ οὐκ ἐγκατέλιπόν σε. εἰκότως οὖν καὶ ὁ θεῖος Ἀπόστολος «δοῦλον» εἶναι ἑαυτὸν ὡμολόγει σεμνυνόμενος ὡς ἐπὶ μεγάλῳ ἀξιώματι τῇ τοῦ σωτῆρος δουλείᾳ, ἐπειδὴ καὶ προϊὼν ὁ λόγος τοῦτο παρίστησιν, ἐν οἷς φησι· «Μέγα σοί ἐστι τὸ κληθῆναί σε παῖδά μου». πάλιν δὲ κἀνταῦθα πρῶτον δοῦλον ἑαυτὸν γεγονέναι, ἔπειτα ἐκλελέχθαι διδάσκει λέγων· Παῖς μου εἶ, ἢ ∆οῦλός μου εἶ, ἐξελεξάμην σε καὶ οὐκ ἐγκατέλιπόν σε, ἢ οὐκ ἀπεδοκίμασά σε κατὰ τὸν Σύμμαχον. Ἐπιθαρσύνει τὴν ἐκλογὴν ταύτην πρὸς τὸ ἀδεῶς εἰς πάντα τὰ ἔθνη κηρύξαι τὸ εὐαγγέλιον, ὃ δὴ καὶ αὐτὸς ἐδήλου ἐν Εὐαγγελίοις ὁ σωτὴρ φάσκων· «ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος». εἶτ' ἐπιλέγει· μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι, ἀλλὰ μηδὲ πλανῶ φησιν, ἐγὼ γάρ εἰμι ὁ θεός σου ὁ ἐνισχύσας σε καὶ ἐβοήθησά σοι καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου. ὅρα γάρ φησι μήποτε διανοηθῇς ὡς τῇ σαυτοῦ ἰσχύι δεδύνησαι τῷ τοσούτῳ κηρύγματι