177
διακονήσασθαι· οὐδεὶς γὰρ ἂν ἦσθα οὐδ' ἂν ἐδυνήθης τι, εἰ μὴ ἐγὼ μετὰ σοῦ ὢν καὶ σὺν σοὶ διαπορευόμενος πάντα τὰ ἔθνη ἐνίσχυσά σε ὑπομονὴν καὶ καρτερίαν καὶ δύναμίν σοι δεδωρημένος καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου, ὡς μηδὲν ἐμποδών σοι γενέσθαι κώλυμα κηρύττοντι τὸ εὐαγγέλιον εἰς πάντας. Εἰ δὲ καί τινες ἀντικείμενοι τῷ ὑπὸ σοῦ κηρυττομένῳ λόγῳ πειραθεῖεν ἐμποδών σοι γενέσθαι, ἀλλ' ἐντεῦθεν ἤδη θάρσει τούτων ἁπάντων καταφρονῶν εἰδώς, ὅτι αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι· ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου. ζητήσεις αὐτοὺς καὶ οὐ μὴ εὕρῃς τοὺς ἀνθρώπους, οἳ παροινήσουσιν εἰς σέ· ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σε. εἰ γὰρ καὶ πρὸς ὀλίγον ἔδοξαν εἶναί τινες, καθ' ὃν καιρὸν ἐπολέμουν καὶ ἐδίωκόν σε· ἀλλὰ σὺ μὲν ἔσῃ καὶ διαμενεῖς καὶ ὄψει αὐτῶν τὴν ἀπώλειαν, οἱ δὲ οὐκ ἔσονται ᾗ τάχος ἀφανιζόμενοι τοῦ βίου. ∆ιὸ καρτερεῖν σε προσήκει καὶ ὑπομένειν τὰς ἐξ αὐτῶν ἐπαγομένας θλίψεις, τὸ περιμένον αὐτοὺς τέλος ἀφορῶντα καὶ τῇ ἐμῇ θαρσοῦντα ἐπαγγελίᾳ ἐντεῦθεν ἤδη ἀψευδῶς ἐμοῦ σοι προλέγοντος· ὅτι ἐγὼ κύριος ὁ θεός σου καὶ κρατήσω τῆς δεξιᾶς σου, ὁ λέγων σοι Μὴ φοβοῦ, ἐγὼ ἐβοήθησά σοι. μὴ κείμενα δὲ παρὰ τοῖς Ἑβδομήκοντα τό· ἐγὼ ἐβοήθησά σοι, μὴ φοβοῦ σκώληξ Ἰακώβ, ἀπὸ τῶν λοιπῶν πρόσκειται ἑρμηνευτῶν. οὗτος δὲ αὐτὸς ὁ ἀνωτέρω «ἐκλεκτὸς» ὠνομασμένος κατὰ τό· «Ἰακώβ, ὃν ἐξελεξάμην», νῦν σκώληξ ὠνόμασται διὰ τὸ σκώληκος δίκην ὑποδύνειν εἰς τὰς τῶν ἀπίστων ἐθνῶν πόλεις καὶ πᾶσαν αὐτῶν τὴν πολύθεον πλάνην καὶ τὴν δαιμονικὴν ἐνέργειαν ἐξ αὐτοῦ βάθους τῆς τῶν ἀνθρώπων διανοίας φθείρειν καὶ ἀφανίζειν καὶ διὰ τὸ εὐτελὲς καὶ ἰδιωτικὸν τοῦ κηρύγματος τοῦ ἀποστολικοῦ. οὕτω γοῦν καὶ αὐτὸς ὁ σωτὴρ σκώληκα ἑαυτὸν ἀπεκάλει λέγων· «ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ». εἶτ' ἐπειδήπερ ὀλίγοι τὸν ἀριθμὸν ἐτύγχανον οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταί, «δώδεκα» μὲν ὄντες ἀπόστολοι, «ἑβδομήκοντα» δὲ οἱ μετὰ τούτους, τούτου χάριν ἐπιλέγει· ὀλιγοστὸς Ἰσραήλ, ἢ κατὰ τὸν Σύμμαχον ἀριθμὸς Ἰσραήλ, ἢ κατὰ τὸν Ἀκύλαν τεθνεῶτες Ἰσραήλ, καὶ κατὰ τὸν Θεοδοτίωνα δὲ οἱ νεκροὶ Ἰσραὴλ εἴρηται. πλὴν ἀλλὰ σκώληκας αὐτοὺς ὀνομάσας καὶ ὀλιγοστοὺς εἰπὼν ἐπιφέρει· μὴ φοβοῦ, ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ θεὸς ὁ λυτρούμενός σε, ὁ ἅγιος Ἰσραήλ. καὶ προστίθησιν· ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας καινοὺς πριστηροειδεῖς· οὕτω γὰρ ἡ δύναμις τοῦ «ἐνισχύοντος» αὐτοὺς ἐδείκνυτο, ὅτε αὐτοὶ μὲν σκώληκος οὐδὲν διέφερον, ἀλλὰ καὶ ὀλιγοστοὶ ἦσαν καὶ νεκροὶ καὶ τεθνεῶτες τοῦ Ἰσραὴλ ἐτύγχανον. ὅμως τοιοῦτοι ὄντες ὥσπερ τινὰ καλάμην διέτεμνον τροχῶν ἁμάξης τρόπον ἀλοῶντες καὶ καταπρίζοντες τῶν ἀλλοφύλων καὶ ἀθέων ἐθνῶν τὴν δαιμονικὴν θεοποιΐαν. διὸ ἐπιλέγει· καὶ ἀλοήσεις ὄρη καὶ λεπτυνεῖς βουνούς, ὄρη καὶ βουνοὺς τὰς ἀντικειμένας δυνάμεις τὰς πάλαι κατὰ τῆς γνώσεως τοῦ θεοῦ ἐπαιρομένας αἰνιττόμενος. ταύτας τοίνυν τὰς δυνάμεις ὡσπερανεὶ ὑψηλὰ ὄρη, τά τε ὑποβεβηκότα πνεύματα πονηρὰ ὡσανεὶ βουνούς τινας ὄντας λεπτυνεῖς φησι καὶ ἀλοήσεις καὶ λικμήσεις, καὶ ἄνεμος λήψεται αὐτούς, καὶ καταιγὶς διασπερεῖ αὐτούς, ὡς μηκέτι ἐφιστάναι παρὰ τοῖς ἔθνεσι τὴν δαιμονικὴν πλάνην. τῶν δὲ ἀποδοθέντων ὀρῶν καὶ τῶν δηλωθέντων βουνῶν ἀφανῶν γενομένων, «σὺ» αὐτός, «ὁ δοῦλός μου ὁ ἐκλεκτός», δι' οὗ ταῦτα κατώρθωται, εὐφρανθήσῃ ἐν τῷ κυρίῳ καὶ ἐν τῷ ἁγίῳ Ἰσραὴλ ἐπαινεθήσῃ· ἀντὶ γὰρ τοῦ· ἐν τοῖς ἁγίοις Ἰσραὴλ ἀγαλλιάσονται, ὁ μὲν Ἀκύλας ἐν ἁγίῳ Ἰσραὴλ καυχήσῃ, ὁ δὲ Σύμμαχος ἐν τῷ ἁγίῳ Ἰσραὴλ ἐπαινεθήσῃ εἰρήκασι. Ταῦτα περὶ τῶν ἀποστόλων θεσπίσας ὁ λόγος ἑξῆς ἀπὸ ἑτέρας ἀρχῆς περὶ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς ἐπιλέγει· οἱ πτωχοὶ καὶ οἱ ἐνδεεῖς ζητήσουσιν ὕδωρ, καὶ οὐκ ἔσται, ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς