178
δίψης ἐξηράνθη. ἀλλὰ ταῦτα μὲν πάλαι ἦσαν πεπονθότες, νῦν δέ φησι· ἐγὼ κύριος ὁ θεός, ἐπακούσομαι αὐτῶν ὁ θεὸς Ἰσραήλ, καὶ οὐκ ἐγκαταλείψω αὐτούς, ἀλλὰ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς καὶ ἐν μέσῳ πεδίων πηγάς, ποιήσω τὴν ἔρημον εἰς ἕλη ὑδάτων καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. ὅπως δὲ ταῦτα τέλους ἔτυχε καὶ εἰσέτι καὶ νῦν ἐνεργεῖται ἐν ταῖς διὰ τῶν τοῦ σωτῆρος ἡμῶν ἀποστόλων κατὰ πάντα τόπον ἱδρυνθείσαις ἐκκλησίαις τοῦ θεοῦ τὴν διάνοιαν ἐπιστήσας εἴσῃ. αἱ γοῦν τὸ παλαιὸν διαπτωχεύουσαι ἐν τοῖς ἔθνεσι ψυχαὶ καὶ τῆς τοῦ θεοῦ γνώσεως ἐνδεεῖς οὖσαι καὶ μηδὲ ῥανίδα ζωτικοῦ πόματος κεκτημέναι ὡς τὴν γλῶσσαν αὐτῶν καὶ τὸν δι' αὐτῆς προφερόμενον λόγον ἐξηράνθαι, διὰ τὸ μηδεμιᾶς νοτίδος λόγου σωτηρίου μετέχειν αὐτοὺς παραδόξου τετυχήκασιν εὐεργεσίας διὰ τῆς οὐρανίου χάριτος πληρωθεῖσαι πηγῶν καὶ ποταμῶν καὶ παντοίων ζωτικῶν ὑδάτων ὡς ἀπολαύουσαι ὕδατος, περὶ οὗ ἀνωτέρω ἐλέγετο· «καὶ πίονται ὕδωρ ἐκ τῶν πηγῶν τοῦ σωτηρίου». πίνουσί τε «ἀπὸ πηγῶν τοῦ Ἰσραήλ», ὧν ἐμνημόνευσεν ὁ φήσας λόγος· «ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεόν, κύριον ἐκ πηγῶν Ἰσραήλ». τοῦτο δὲ ἂν εἴη τὸ πνεῦμα τὸ ἅγιον τὸ πηγάζον ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ καὶ ἀνομβροῦν ὕδατα ζῶντα, τοτὲ μὲν ἀπὸ τῆς παλαιᾶς διαθήκης, τοτὲ δὲ ἀπὸ τῆς καινῆς καὶ εὐαγγελικῆς διδασκαλίας. ἀλλὰ καὶ ποταμοὶ ῥέουσιν ἀένναοι κατακλύζοντες τὴν παλαιὰν ἔρημον οἱ ἀπὸ τοῦ μεγάλου ποταμοῦ τὰς ἀρχὰς εἰληφότες, περὶ οὗ εἴρηται· «τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ», καί· «ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων». Καὶ ἔστιν ἰδεῖν εἰς τὴν πάλαι ἄνυδρον γῆν τὴν ἐκκλησίαν τοῦ θεοῦ ἐκ τῶν τοσούτων ὑδάτων ψυχὰς εὐθαλεῖς καὶ εἰς ὕψος ἀνεπαιρομένας ἀναλογούσας φυτοῖς οὐκ ἄλλως ὑφισταμένοις ἢ ἐν ὑδάτων πλήθει, ὁποῖα ἂν γένοιτο κέδρος καὶ πύξος καὶ μυρσίνη, κυπάριττός τε καὶ λεύκη κατὰ τοὺς Ἑβδομήκοντα, κατὰ δὲ τὸν Σύμμαχον· κέδρος καὶ ἄκαπνον ξύλον ἐλαίου κυπάρισσος καὶ πτελέα καὶ πύξος ἐπὶ τὸ αὐτό. ταῦτα πάντα οὐδ' ἄλλως ἢ ἐν ὑδάτων πλήθει τρεφόμενα καὶ αὐξανόμενα εἰς τὴν εἰκόνα περιείληπται τῶν ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ εὐθαλῶν ψυχῶν ἀπὸ πολυπληθείας θείων καὶ λογικῶν ὑδάτων εἰς ὕψος ἐπηρμένων. καὶ ὅτε μὲν οὖν τοὺς καρποὺς τῆς ἐκκλησίας βούλεται παραστῆσαι ὁ λόγος, εἰκόνι χρῆται «ἐλαίας» ἢ «φοίνικος» ἢ «ἀμπέλου»· νῦν δὲ ὅτε τὸ εὐθαλὲς καὶ διεγηγερμένον, νεαρόν τε καὶ ἀκμαῖον τῶν ἐν τῇ ἐκκλησίᾳ προκοπτόντων δηλοῖ τῇ τῶν προλεχθέντων φυτῶν συνεχρήσατο εἰκόνι· ἃ οὐδ' ἄλλως ἢ ἐξ ὑδάτων πλήθους καὶ γῆς ἑδραίας καὶ γονίμου συνίστασθαι πέφυκεν. ὃ δὴ καὶ ἀντὶ παραδόξου παρείληφεν, εἰ ἐν τῇ ἀνύδρῳ καὶ καταξήρῳ καὶ διψαλέᾳ γῇ τοσαύτην ὑδάτων χορηγίαν ἔσεσθαι ἐπήγγελται ὡς τοιαῦτα βλαστῆσαι φυτά, ὁποῖα κατείλεκται. τὸν αὐτὸν δὴ τρόπον ἔσεσθαι καὶ ἐπὶ τῆς πάλαι ἐρήμου καὶ ἀνύδρου γῆς τῶν πάλαι ἀλλοφύλων καὶ ἀθέων ἐθνῶν· τοσαύτην γὰρ γενήσεσθαι καὶ ἐπ' αὐτῶν μεταβολὴν προφητεύει εἰς ἔνδειξιν τῆς σωτηρίου εὐεργεσίας. ∆ιὸ ἐπιλέγει· ἵνα εἰδῶσι καὶ γνῶσι καὶ ἐννοηθῶσι καὶ ἐπιστῶνται ἅμα ὅτι χεὶρ κυρίου ἐποίησε ταῦτα καὶ ὁ ἅγιος τοῦ Ἰσραὴλ κατέδειξεν· εἰ γὰρ μὴ θεὸς ἦν καὶ χεὶρ κυρίου ἡ διὰ τῶν ἀποστόλων αὐτοῦ τὴν τοσαύτην μεταβολὴν ἐν τοῖς ἔθνεσιν εἰργασμένη, πῶς ἂν συνέστησαν ἐν τῇ τοσαύτῃ τῶν ἐθνῶν ἐρημίᾳ ἐκκλησίαι θεοῦ καὶ τὰ ἐν αὐτῇ λογικὰ ὕδατα πληθύνοντα πανταχοῦ γῆς ὡς γεωργεῖσθαι τῶν ἐρήμων πρότερον καὶ ἀνίκμων ἐθνῶν τὰς ψυχὰς τῷ τῆς θεοσεβείας λόγῳ, φύειν τε ὑψηλὰ καὶ μετέωρα βλαστήματα, κάτω μὲν ἐπὶ γῆς ἐρριζωμένα, λέγω δὲ ἐν τῷ θνητῷ καὶ ἀνθρωπίνῳ βίῳ, ἄνω δὲ εἰς ὕψος ἐπαιρόμενα ὡς καὶ μέχρι τῆς βασιλείας τῶν οὐρανῶν ἐκτείνεσθαι κἀκεῖ τὰς ἑαυτῶν ἀναρτᾶν ἐλπίδας; διὸ φυτοῖς εὐώδεσι καὶ εἰς ὕψος ἐπηρμένοις παραβέβληνται. 2.21 Πληρώσας ὁ λόγος τῆς πάλαι ἐρήμου καὶ ἀκάρπου καὶ ἀνύδρου χώρας τὴν ἐπὶ τὸ γόνιμον μεταβολήν, δι' ἧς ᾐνίττετο τῆς ἐκκλησίας τοῦ