179
θεοῦ τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω μετάθεσιν, ἐφ' ἕτερον μεταβαίνει τάγμα τὸ ἀπομεῖναν ἐν τῇ προτέρᾳ πλάνῃ τῆς εἰδωλολατρίας. διὸ ὡς πρὸς αὐτοὺς ἀποτείνεται λέγων· Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει ὁ θεός· «ἀναπολόγητοι γάρ ἐστέ» φησιν οἱ μετὰ τὴν τοσαύτην χάριν τὴν τὰ τοσαῦτα κατεργασαμένην τῇ πολυθέῳ ἐναπομείναντες πλάνῃ μὴ ἐννοήσαντες, ὡς χεὶρ κυρίου ἦν ἀληθῶς ἡ τὰ τοσαῦτα κατεργασαμένη καὶ «πρὶν γενέσθαι» μαρτυραμένη, ὅτι ταῦτα ἔσται, ἵνα εἰδῶσι καὶ γνῶσι καὶ ἐννοηθῶσι καὶ ἐπιστῶνται ὅτι χεὶρ κυρίου ἐποίησε ταῦτα. τοῖς οὖν μὴ ἐπιστήσασι καὶ μὴ ἐπεγνωκόσι μηδὲ ἐννοήσασιν ἀκολούθως ὁ λόγος ἀπειλεῖ φάσκων· Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει κύριος ὁ θεός· ἡ γὰρ κατάκρισις αὐτῶν αὐτόθεν αὐτοῖς ἐπάγεται «ἀναπολογήτοις οὖσι». διὸ ἐπιλέγει· ἤγγισαν αἱ βουλαὶ ὑμῶν, ἀνθ' οὗ ὁ Σύμμαχος· ἐγγίσατέ φησι τὰ ἰσχυρὰ ὑμῶν, ὁ δὲ Θεοδοτίων· ἐγγίσατε κραταιώματα ὑμῶν, ὁ δὲ Ἀκύλας· προσεγγίσατε ὀστεώσεις ὑμῶν· εἰς μέσον γάρ φησιν ἀγάγετε τὰ νομιζόμενα ὑμῖν εἶναι ἰσχυρὰ καὶ τὰ κραταιώματα ὑμῶν, ὡσεὶ σαφέστερον ἔλεγε τοὺς θεοὺς ὑμῶν, φέρετε εἰς μέσον, ἐγγισάτωσαν καὶ ἀναγγειλάτωσαν ὑμῖν, κατὰ δὲ τὸν Σύμμαχον· προσελθέτωσαν καὶ ἀπαγγειλάτωσαν ὑμῖν, ἃ συμβήσεται, ἢ τὰ πρότερα τίνα ἦν εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν καὶ γνωσόμεθα τὰ ἔσχατα, καὶ τὰ ἐπερχόμενα εἴπατε ἡμῖν. ἀναγγείλατε ἡμῖν τὰ ἐπερχόμενα ἐπ' ἐσχάτου, καὶ γνωσόμεθα ὅτι θεοί ἐστε. καὶ γὰρ ἀληθῶς ἐντεῦθεν τῆς τῶν δαιμόνων ἀδρανείας καταγνῶναί ἐστι τῶν πάλαι μαντεύεσθαι προσποιουμένων καὶ προλέγειν διαχρησαμένων τὰ μέλλοντα ἐκ τοῦ μηδένα πώποτε αὐτῶν μαντεύεσθαι καὶ προειπεῖν, ὡς ἄρα ἥξει καὶ ἐπιδημήσει ποτὲ ἀνθρώποις ὁ Χριστὸς τοῦ θεοῦ καταλύσων αὐτῶν τὴν θεοποιΐαν ὡς ἐρημωθῆναι τοὺς κατὰ πόλεις αὐτοῖς ἀνεγηγερμένους ναούς, ἐλεγχθῆναι δὲ αὐτῶν τὰς μαντείας καὶ τὰ χρηστήρια· ταῦτα γὰρ ἐπ' ἐσχάτου τῶν ἡμερῶν διὰ τῆς παρουσίας τοῦ σωτῆρος ἡμῶν ἐπετελέσθη. ἅπερ ἐχρῆν μὴ ἀγνοῆσαι τοὺς καταμαντεύεσθαι καὶ εἰδέναι τὰ μέλλοντα προσποιουμένους πονηροὺς δαίμονας· ἔδει γοῦν ταῦτα προγνῶναι καὶ προφητεῦσαι, εἴπερ τις ἦν ἐν αὐτοῖς θεία δύναμις. διό φησιν ὡς πρὸς αὐτοὺς ὁ λόγος· τί τὰ ἔσχατα καὶ τί τὰ ἐπερχόμενα, εἴπατε ἡμῖν. ἀναγγείλατε ἡμῖν τὰ ἐπερχόμενα ἐπ' ἐσχάτου, καὶ γνωσόμεθα ὅτι θεοί ἐστε. οἱ μὲν τοῦ θεοῦ προφῆται ἐνθέου πνεύματος μετασχόντες προεῖπον τὰ ἔσχατα διαρρήδην θεσπίσαντες τῆς ἀνύδρου καὶ ἀγόνου καὶ ἀκάρπου χώρας τῶν ἐθνῶν τὴν ἐπὶ τὰ κρείττω μεταβολήν, τήν τε τοῦ Χριστοῦ παρουσίαν καὶ τῶν ἀποστόλων αὐτοῦ τὸ κήρυγμα καὶ ὅσα ἄλλα ταῖς αὐτῶν ἐμφέρεται προφητείαις· ὅθεν γνωρίζεται θεὸς ὢν ἀληθῶς ὁ ἐν αὐτοῖς καὶ δι' αὐτῶν ταῦτα θεσπίσας. οἱ δὲ πονηροὶ δαίμονες πόθεν ἐδύναντο γινώσκειν βουλὴν καὶ ἐνθύμησιν τοῦ ἐπὶ πάντων θεοῦ ἢ τὰ ὁρισθέντα ὑπ' αὐτοῦ περὶ τῆς Χριστοῦ παρουσίας, περί τε τῆς αὐτῶν καθαιρέσεως καὶ ἀπωλείας; διὸ μὴ εἰδότες τὰ ἐπερχόμενα μηδὲ τὰ ἐν ἐσχάτοις καιροῖς μέλλοντα συμβήσεσθαι περὶ τῆς κλήσεως τῶν ἐθνῶν, τῆς τε αὐτῶν ἐρημίας. εἰκότως οὐδὲ τὰ πρότερα ἐγνώριζον, ὅθεν οὐδεὶς αὐτῶν δεδύνηται τοῖς αὐτοῖς προφήταις ὑποβάλλειν ταῦτα, ἅπερ οἱ τοῦ πνεύματος τοῦ θεοῦ καταξιωθέντες γραφῇ παραδεδώκασιν. οἷος ἦν Μωϋσῆς γράφων τὰ πρότερα καὶ λέγων· «Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος». ταῦτα γὰρ καὶ τὰ τούτοις παραπλήσια τὰ πρότερα ἦν, τὰ δὲ ἔσχατα περὶ τῆς ἐθνῶν ἐπιστροφῆς, τοῦ τε ἐλέγχου τῆς δαιμονικῆς πλάνης, τά τε περὶ «τῆς συντελείας τοῦ αἰῶνος» καὶ τῆς μετὰ ταῦτα ἐπιστησομένης «τοῦ θεοῦ δικαιοκρισίας»· οἱ δὴ οὖν μήτε τὰ ἔσχατα δυνάμενοι εἰδέναι μήτε λέγειν, πῶς ἂν εἶεν θεοί. εἶτα μεταβαίνει ἐπὶ ἕτερον ἔλεγχον φάσκων· εὖ ποιήσατε καὶ κακώσατε, καὶ ὀψόμεθα καὶ θαυμασόμεθα ἅμα· εἰ γὰρ καὶ τὰ μάλιστα κακοποιεῖν οἷοί τέ ἐστε δαίμονες ὄντες πονηροί, ἀλλ' οὐκ