180
ἐκ τούτου γνώρισμα τῆς θεϊκῆς ἐνεργείας ἕξετε. διόπερ τὸ ἰδιάζον ἐπὶ θεοῦ πρῶτον ὑμᾶς ἐπιδείξασθαι χρή, λέγω δὲ τὸ εὖ ποιῆσαι, ἔπειτα εἰ ἄρα κρίσει δικαίᾳ χρήσεσθε καὶ τοὺς ἀξίους κακώσεως τιμωρήσασθε. νῦν δὲ ὅτε τοὺς τῇ ὑμετέρᾳ πλάνῃ προσιόντας ἀδιακρίτως ὑποδέχεσθε ἐπαγγελλόμενοι τοῖς πᾶσι χρηστὰς ἐπαγγελίας μέχρι φωνῆς καὶ συνθέσεως ῥημάτων λοξῶν διὰ τὸ κρύπτειν τὴν ἄγνοιαν τῷ τῆς ἀμφιβολίας παρακαλύμματι, ἤδη δὲ καὶ αἰσχροῖς ἀνδράσι καὶ γυναιξὶν ἀκολάστοις ἀδιαφόρως τοὺς ἐξ ὑμῶν παρέχετε χρησμούς, πῶς ἂν εἴητε θεοί. ∆ιὸ ἐπιλέγει ἑξῆς· ὅτι πόθεν ἐστὲ ὑμεῖς καὶ πόθεν ἡ ἐργασία ὑμῶν; καὶ ἐπάγει τὴν ὑπόστασιν τῆς ὕλης ἐλέγχων διὰ τοῦ φάσκειν· ἐκ γῆς· βδέλυγμα ἐξελέξαντο ὑμᾶς· κἂν γὰρ χρυσὸς καὶ ἄργυρος ᾖ, κἂν σίδηρος καὶ χαλκὸς ἢ λίθος, πάντα ταῦτα γῆς ἐστι περιττώματα· ἃ δὴ ληφθέντα εἰς θεοποιΐαν βδέλυγμα γέγονεν οὐκ ὄντα τῇ φύσει τοιαῦτα, ἐπειδὴ πᾶν ἔργον θεοῦ καλόν, τὰ δ' ἀνθρώπων κακοτεχνία φαύλων ἐπ' ἀθεότητι παραληφθέντα μιαρὰ καὶ βδελυκτὰ καὶ μίσους ἄξια, ἃ καὶ ἄψυχα ὄντα οὔτε εὖ ποιεῖν οὔτε κακοποιεῖν δύνανται, ὡς ἐντεῦθεν παρίστασθαι τὰς νομιζομένας ἐνεργείας ἢ τοὺς χρησμοὺς ἀνδρῶν εἶναι γοήτων ἀπάτας τῇ τῶν πολλῶν ἠλιθιότητι καταχρωμένων. ταῦτ' εἰπὼν ὁ λόγος καὶ ὥσπερ ἀποδείξας τοῖς ἐναπομείνασι τῇ εἰδωλολατρίᾳ τὴν σφῶν αὐτῶν πλάνην ἐπιφέρει· ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βορρᾶ, ἢ κατὰ τὸν Σύμμαχον· ἐξεγερῶ ἀπὸ βορρᾶ, καὶ τὸν ἀφ' ἡλίου δὲ ἀνατολῶν, οἳ καὶ κληθήσονταί φησι τῷ ὀνόματί μου. σημαίνει δὲ διὰ τούτων τὸν μὲν ἀπ' ἀνατολῶν ἡλίου τὸν Χριστὸν καὶ τὴν αὐτοῦ «δικαιοσύνην»· τοῦτο γὰρ ἐδήλου καὶ διὰ τῶν ἔμπροσθε φήσας· «τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην»; ἣν καὶ τοῖς ἔθνεσι δεδωρῆσθαι ἐδήλου· τὸν δὲ ἀπὸ βορρᾶ τὸν ἐξ ἐθνῶν λαὸν πάλαι ὄντα ἐν τῷ βορρᾷ κατὰ τό· «ἀπὸ προσώπου βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν». τοῦτον οὖν τὸν ἐξ ἐθνῶν λαὸν ἐξήγειρά φησιν ἀπὸ βορρᾶ, ἵνα μηκέτι ᾖ ἐν αὐτῷ, καλέσω δὲ καὶ τὸν ἀφ' ἡλίου ἀνατολῶν, δηλαδὴ τὸν Χριστὸν τοῦ θεοῦ. καὶ πρὸς τούτοις ἐπιλέγει· κληθήσονται τῷ ὀνόματί μου· τίνες δ' ἂν εἶεν καὶ οὗτοι, ἑξῆς διδάσκει λέγων· ἐρχέσθωσαν ἄρχοντες, ἤτοι τοὺς τὴν αὐτοῦ βασιλείαν δορυφοροῦντας ἀγγέλους οὕτως ὀνομάζων, δι' ὧν τὴν καθαίρεσιν τῆς ἀθέου πλάνης γεγενῆσθαί φησιν, ἢ τοὺς ἄρχοντας καὶ προεστῶτας τῆς ἐκκλησίας αὐτοῦ. ἐπειδὰν οὖν ὁ ἀπὸ βορρᾶ λαὸς συναχθῇ καὶ ὁ ἀπὸ ἡλίου ἀνατολῶν, οἵ τε δηλωθέντες ἄρχοντες ἐπὶ τὸ αὐτὸ γένωνται, τί ἔσται ἑξῆς ἐπιφέρει λέγων· καὶ ὡς πηλὸς κεραμέως καὶ ὡς κεραμεὺς καταπατῶν τὸν πηλόν, οὕτως καταπατηθήσεσθε, ὑμεῖς δηλαδή, οἷς ἐλέγετο· ὅτι πόθεν ἐστὲ ὑμεῖς καὶ πόθεν ἡ ἐργασία ὑμῶν; ἐκ γῆς· βδέλυγμα ἐξελέξαντο ὑμᾶς. διὸ ὡς πρὸς αὐτοὺς πάλιν ἀποτείνεται καί φησι· τίς ἀναγγελεῖ τὰ ἐξ ἀρχῆς, ἵνα γνῶμεν, καὶ τὰ ἔμπροσθεν, καὶ ἐροῦμεν ὅτι ἀληθής ἐστι; ταῦτ' εἰπὼν ὡς πρὸς τοὺς δηλωθέντας καὶ τὸν αὐτὸν ἔλεγχον αὐτοῖς ἐπαγαγὼν προστίθησιν· οὐκ ἔστιν ὁ προλέγων οὐδὲ ἀκούων ὑμῶν τοὺς λόγους. δύο δὴ πάλιν καὶ διὰ τούτων ὁ λόγος σημαίνει· ἀφανισμὸν τῶν χρηστηρίων καὶ τῶν πάλαι παρ' αὐτῶν πλανωμένων ἀνδρῶν ἀνάνηψιν. καὶ τὸ λέγειν δέ· οὐκ ἔστιν ὁ ἀκούων τοὺς λόγους ὑμῶν, διπλῆν ἔχει διάνοιαν ὡς μήτε αὐτῶν ἐχόντων λόγον διὰ τὸ μηδὲν δύνασθαι μήτε εἰδέναι μήτε τῶν πάλαι περὶ αὐτὰ πλανωμένων ἐπιμενόντων τῇ πλάνῃ· ὠφελημένων δὲ ὑπὸ τοῦ τῆς ἀληθείας λόγου, ὡς μηκέτ' ἐκείνοις παρέχειν τὰς ἀκοὰς διὰ τὸ κατεγνωκέναι τῆς παλαιᾶς ἀπάτης. Τούτοις ἑξῆς ἐπιφέρει λέγων· ἀρχὴν Σιὼν δώσω καὶ Ἰερουσαλὴμ παρακαλέσω εἰς ὁδόν. ὃ λέγει τοιοῦτόν ἐστιν· γινώσκετε, ὦ ἄνθρωποι, ὡς τῇ ἐκκλησίᾳ τῇ ἐμῇ τῇ καὶ διὰ τῶν ἔμπροσθεν ὠνομασμένῃ Σιὼν καὶ Ἰερουσαλὴμ αὐτὸς ἐγὼ δώσω τὴν κατὰ πάντων ἀρχὴν καὶ τὴν ἐκκλησίαν μου παρακαλέσω καὶ θήσω αὐτὴν εἰς ὁδόν. ἐν γὰρ τοῖς ἔθνεσι τοῖς ἐναπομείνασι τῇ