182
οὐδὲ λίνον ἀμαυρὸν σβέσει, κατὰ δὲ τὸν Ἀκύλαν· καὶ λίνον ἀμαυρὸν οὐ σβέσει, κατὰ δὲ τὸν Θεοδοτίωνα· καὶ στίππυον ἀμαυρὸν οὐ σβέσει. λίνον δὲ τυφόμενον εἴποις ἂν εἶναι τὸν ἐκφυσιούμενον ὑπὸ τῆς σαρκὸς τοῦ νοὸς αὐτοῦ ἐπηρμένον τινὰ καὶ τετυφωμένον, ὃν οὐ κωλύσειν οὐδὲ παύσειν ἐλέγετο τοῦ ἐπάρματος ὁ προφητευόμενος. ὃ δὴ καὶ ἔργῳ ἐπλήρου ὁ Χριστὸς τοῦ θεοῦ ἐπιδημῶν τῷ θνητῷ βίῳ· οὔτε οὖν ταπεινόν τινα καὶ ἀσθενῆ ἐν ἀνθρώποις ἐλύπησεν οὔτε τινὰ τῶν ἐπηρμένων καὶ ὑπερηφάνων μετῆλθε· πρὸς ἅπαντας δὲ ἀνθρώπους «πρᾶος» ἦν «καὶ ταπεινὸς τῇ καρδίᾳ». Σὺν ἀληθείᾳ δὲ καὶ παρρησίᾳ τοῖς πᾶσι διεστέλλετο τὰ περὶ τῆς τοῦ θεοῦ κρίσεως καὶ οὐ πρότερόν γε ἐπαύσατο ἢ φωτὸς δίκην ἐκλάμψαι διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἣν ὁ προφητικὸς λόγος ᾐνίξατο εἰπών· ἀναλάμψει καὶ οὐ θραυσθήσεται· θραῦσαι μὲν γὰρ αὐτὸν καὶ ἀποσβέσαι πεπείρανται οἱ τὸν θάνατον αὐτῷ κατασκευάσαντες· ἐπεὶ καὶ πᾶν τὸ θνητὸν γένος θανάτῳ θραύεσθαι πέφυκεν. ἀλλ' οὐ καὶ αὐτὸν ἔθραυσαν· μόνος δὲ τῶν ἐξ αἰῶνος εἷς οὗτος θανάτου κρείττων ἀποφανθείς, εἰκότως ἀπὸ τῆς προφητείας μεμαρτύρηται φησάσης· ἀναλάμψει καὶ οὐ θραυσθήσεται. εἶτ' ἐπιφέρει· ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι. διὸ καὶ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν φωτὸς δίκην εἰς πάντα τὸν κόσμον ἐκλάμψας οὐ πρότερον ἐπαύσατο ἢ διατάξασθαι ἐπὶ τῆς γῆς τὴν περὶ τῆς ἐκκλησίας αὐτοῦ διοίκησίν τε καὶ κρίσιν, ἣν τοῖς αὐτοῦ παρέδωκε μαθηταῖς. Ὧν οὕτως εἰρημένων ἐπιφέρεται ἑξῆς· οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν. ὅρα δὲ ὅπως τὸν μὲν οὐρανὸν πεπῆχθαι εἴρηκεν, ἐπειδὴ κατὰ τὴν Μωσέως κοσμοποιΐαν ἐξ ὑδάτων πήξεως συνεστάναι λέγεται· οὐχὶ δὲ κατὰ τοὺς Ἕλληνας φυσιολόγους οἱ ἐκ πυρὸς εἶναι τὸν αἰθέρα καὶ τὸν οὐρανὸν αὐτὸν ὑπειλήφασι, τὴν δὲ γῆν φησιν ἐστερεῶσθαι καταλλήλως διὰ τὸ μέσην οὖσαν τοῦ παντὸς ἀκίνητον εἶναι, ὅπερ οὐχ ἥρμοζεν ἐπὶ τοῦ οὐρανοῦ λέγεσθαι. ἀντὶ δὲ τοῦ· καὶ τὰ ἐν αὐτῇ ὁ Σύμμαχος· ἐστερέωσάς φησι τὴν γῆν καὶ τὰ πορευόμενα ἐπ' αὐτῆς. τίνα δὲ ταῦτα τυγχάνει, διασαφεῖ λέγων ἑξῆς· ὁ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν. χρὴ γὰρ ἡμᾶς μαθεῖν ἐκ τίνος προσώπου ἦν τὰ περὶ Χριστοῦ λεχθέντα. ἐπειδὴ γὰρ ἀθρόως ἐπέβαλλεν ὁ προφητικὸς λόγος ἐν ἀρχῇ εἰπών· «Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου· ἔδωκα τὸ πνεῦμά μου ἐπ' αὐτόν»· τίς δὲ ἦν ὁ ταῦτα εἰρηκὼς οὐ προεδίδαξεν, ἀναγκαίως ἐπὶ τοῦ παρόντος διασαφεῖ τὸν ταῦτα τεθεσπικότα. διὸ ἐπιφέρει τό· οὕτως εἶπεν κύριος ὁ θεός· αὐτὸς γὰρ ἦν ὁ τὰ πρῶτα εἰρηκὼς καὶ τὰ ἑξῆς ἐπιλεγόμενα. εἰ γὰρ καὶ τὰ μάλιστα μὴ οἷοί τέ ἐστέ φησιν ὑμεῖς οἱ ἄνθρωποι, τὴν ἀφανῆ καὶ ἀσώματον οὐσίαν ἐποπτεῦσαι θεοῦ· ἀλλ' ἀναβλέψαντες εἰς τὸ μέγεθος τοῦ τοσούτου οὐρανοῦ, λογίσασθε ὁποῖός τις τυγχάνει ὁ τοσοῦτο μέγεθος διαπηξάμενος· ἀλλὰ καὶ εἰς τὴν γῆν αὐτὴν ἀποβλέψαντες, ὁπόση τίς ἐστι καὶ ὡς ἀκινήτως τὸν σύμπαντα αἰῶνα ἥδρασται ἐρριζωμένη καὶ τεθεμελιωμένη, ὡς μηδαμῆ μηδαμῶς κινεῖσθαι, ἐννοήσατε ὅσης ἀρρήτου ὑπάρχει δυνάμεως ὁ στερεώσας αὐτήν, γόνιμόν τε καὶ καρπῶν οἰστικὴν αὐτὴν ἀπεργασάμενος, ὡς τοσαῦτα ζῷα καὶ φυτὰ προβάλλεσθαι. ὁ δὴ οὖν τὰ τοσαῦτα κάλλη καὶ μεγέθη κατασκευάσας κύριος καὶ θεὸς τῶν ὅλων, οὗτος τὰ προλεχθέντα περὶ τοῦ Χριστοῦ αὐτοῦ ἐθέσπισεν. σφόδρα δὲ ἀκολούθως καὶ ἐπιτετηρημένως καθ' ὅλου μὲν τῷ ἐπὶ τῆς γῆς λαῷ, τοῦτ' ἔστι πᾶσιν ἀνθρώποις τοῖς τὴν γῆν λαχοῦσιν οἰκεῖν, πνοὴν δεδωκέναι εἴρηται, ἐπειδὴ καὶ κατὰ τὴν πρώτην τοῦ ἀνθρώπου δημιουργίαν «ἐνεφύσησεν ὁ θεὸς εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν», ὡς ἐξ ἐκείνου πάντας ἀνθρώπους μετέχειν τῆς ζωῆς,