183
οὐκέτι δὲ καὶ τοῦ κρείττονος πνεύματος· μόνοις γὰρ τοῖς καταπατοῦσι τὴν γῆν δίδοσθαι τὸ πνεῦμα εἴρηται. ὅποι δ' ἂν εἶεν οἱ τὸ γεῶδες φρόνημα καταπατοῦντες, εἴποι δ' ἄν τις καὶ ἄλλως πᾶν γένος δηλοῦσθαι τῶν τε λογικῶν ἐπὶ γῆς ζῴων καὶ ἀλόγων διὰ τῶν προκειμένων. Πρὸς δὲ τοῖς λεχθεῖσιν ἔτι καὶ τὰ ἐπιλεγόμενα ὁ αὐτὸς κύριος καὶ θεὸς τῷ Χριστῷ αὐτοῦ προσφωνεῖ λέγων· ἐγὼ κύριος ὁ θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε. προσφωνεῖ δὲ ταῦτα τῷ ἀνωτέρω λεχθέντι «παιδὶ» αὐτοῦ, ᾧ «τὸ ἑαυτοῦ πνεῦμα δώσειν» ἐλέγετο, πρῶτον δὲ αὐτὸν ἐν δικαιοσύνῃ καλεῖ κατ' ἀξίαν τὴν κλῆσιν αὐτοῦ καὶ κατὰ τὸ δικαιότατον ποιούμενος· ἔπειτα κρατήσειν τῆς χειρὸς αὐτοῦ καὶ ἐνισχῦσαι αὐτὸν καὶ τρίτον χαριεῖσθαι αὐτὸν δῶρον ὥσπερ τι φῶς μέγα πᾶσι τοῖς ἔθνεσιν ἐπαγγέλλεται λέγων· καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν. πάλαι οὖν διὰ Μωσέως τὴν παλαιὰν διαθήκην τῷ Ἰουδαίων ἐδίδου λαῷ· ἐνταῦθα δὲ τὸν προφητευόμενον εἰς διαθήκην τοῦ γένους τῶν ἀνθρώπων καὶ εἰς φῶς ἐθνῶν δωρήσασθαί φησιν. εἰκότως ἄρα ἐπειδήπερ αὐτὸς ἦν ἡ διαθήκη ὁ Χριστὸς τοῦ θεοῦ οὐδὲ γραφὴν οὐδὲ βιβλίον ἐξέδωκεν ὁμοίως Μωσεῖ· αὐτὸς γὰρ ἦν ἡ διαθήκη, ἅτε πρῶτος «μεσίτης» ὑπάρχων «θεοῦ καὶ ἀνθρώπων», ἀλλὰ καὶ εἰς φῶς ἐθνῶν δίδοται, ὅπως ἐν αὐτῷ φωτιζόμενοι τῶν πάλαι τὰς ψυχὰς τυφλῶν οἱ ὀφθαλμοὶ διανοίγωνται καὶ ἀναβλέπωσι διορῶντες τὴν τοῦ θεοῦ γνῶσιν ὡς μηκέτι λίθοις καὶ ξύλοις καὶ ἀψύχων ὕλῃ τὴν τοῦ θεοῦ τιμὴν ἀπονέμειν. ἐπειδὴ δὲ αὐτοὶ οὗτοι «σειραῖς τῶν ἰδίων ἁμαρτιῶν ἦσαν κατεσφιγμένοι» ἐν σκότῳ δὲ κακίας πεπεδημένοι, ἔμελλον δὲ διὰ τῆς τοῦ Χριστοῦ χάριτος ἁμαρτιῶν ἀφέσεως καταξιοῦσθαι καὶ ὥσπερ ἐκ δεσμωτηρίων ἀπολύεσθαι, ἐλευθεροῦσθαί τε καὶ ἀπαλλάττεσθαι τῆς τοῦ διαβόλου εἱρκτῆς. τούτου χάριν ἐπιφέρεται ἑξῆς τό· ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει. ταῦτα πάντα διὰ τοῦ Χριστοῦ αὐτοῦ ὁ μεγαλόδωρος θεὸς οὐ τῷ Ἰσραὴλ οὐδὲ τῷ Ἰουδαίων ἔθνει, πᾶσι δὲ ἀθρόως τοῖς ἔθνεσι δώσειν ἐπαγγέλλεται. Καὶ ἐπιλέγει· ἐγὼ κύριος ὁ θεός, τοῦτό ἐστι τὸ ὄνομά μου· τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω. καὶ τήρει, ὅπως κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς καὶ κατ' αὐτὴν τὴν Ἑβραϊκὴν ἀνάγνωσιν ὁμοίως εἴρηται τό· τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω. εἰ δὲ «τὰ λόγια κυρίου πεπυρωμένα» ἐστι καὶ χρὴ μὴ παρέργως ἐντυγχάνειν αὐτοῖς, ἐπιστῆσαι ἄξιον ὡς οὐκ εἴρηται· τὴν δόξαν μου οὐδενὶ δώσω· τὸ μὲν γὰρ οὐδενὶ ἀναιρετικὸν ἦν παντός, τὸ δὲ ἑτέρῳ μὴ δώσειν ἑνὶ μόνῳ τὴν συγχώρησιν γεγενῆσθαι ἐμφαίνει, δηλαδὴ τῷ προσφωνουμένῳ. οὗτος δὲ ἦν πρὸς ὃν ἐλέγετο· ἐκάλεσά σε ἐν δικαιοσύνῃ καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν. ἐπεὶ τοίνυν σοὶ δέδωκά φησι τὴν ἐμὴν δόξαν, εἰδέναι προσήκει ὡς οὐκ ἂν καὶ ἑτέρῳ μεταδῴην ταύτης, τίς δὲ ἦν ἡ δόξα τοῦ ταῦτα λέγοντος, προεδίδαξεν εἰπών· ἐγὼ κύριος ὁ θεός, τοῦτό ἐστι τὸ ὄνομά μου· τὸ ὄνομα τοίνυν, δι' οὗ δοξάζεται ὡς κύριος καὶ θεὸς τῶν ὅλων, ἑτέρῳ φησὶν οὐ δώσω, ἀλλ' ἢ σοὶ μόνῳ, ὃν εἰς φῶς ἐθνῶν ἐδωρησάμην. ὅθεν ἀκολούθως τῇ ἐπαγγελίᾳ καὶ ὁ Χριστὸς τοῦ θεοῦ παρὰ πᾶσι τοῖς ἔθνεσι κύριος καὶ θεὸς ἀναγορεύεται τοῦ πατρὸς μόνῳ αὐτῷ ταύτην χαρισαμένου τὴν δόξαν. ἐπιλέγει δὲ ἑξῆς· οὐδὲ τὰς ἀρετάς μου δώσω τοῖς γλυπτοῖς, ἢ κατὰ τὸν Ἀκύλαν· καὶ τὴν ὕμνησίν μου τοῖς γλυπτοῖς, κατὰ δὲ τὸν Σύμμαχον· οὐδὲ τὸν ἔπαινόν μου τοῖς γλυπτοῖς. διὰ τούτων δὲ οἶμαι τῶν λόγων πάντα τὰ ἔθνη παιδεύειν μηδένα μὲν θεὸν ὑμνεῖν τῶν πάλαι νομιζομένων αὐτοῖς θεῶν· μόνον δὲ τὸν Χριστὸν τοῦ θεοῦ καὶ «τὸν πέμψαντα αὐτὸν πατέρα» δοξάζειν. δι' ὃν καὶ αὐτὸς ὁ Χριστὸς θεολογεῖται μόνος, ἐπειδήπερ μόνῳ αὐτῷ καὶ οὐδ' ἄλλῳ τὴν δόξαν αὐτοῦ καὶ τὰς ἀρετὰς αὐτοῦ ὁ ἐπὶ πάντων θεὸς ἐδωρήσατο. Τούτοις ἑξῆς εἴρηται· τὰ ἀπ' ἀρχῆς ἰδοὺ ἥκασι, καὶ καινὰ ἃ ἐγὼ ἀναγγέλλω, πρὸ τοῦ ἀναγγεῖλαι