184
ἐδηλώθη ὑμῖν, κατὰ δὲ τὸν Σύμμαχον· τὰ πρῶτά φησιν ἰδοὺ ἦλθε, καινὰ δὲ ἀναγγέλλω, πρὸ τοῦ ἀναγγεῖλαι αὐτὰ ἀκουστὰ ποιήσω ὑμῖν· ὥσπερ γὰρ τὰ πρῶτά φησιν ἐπληρώθη δι' ἔργων, καθὼς γὰρ ἐπηγγειλάμην τῷ Ἀβραὰμ περὶ τοῦ «σπέρματος» αὐτοῦ, οὕτως καὶ ἐποίησα. ἐπληρώθη δὲ καὶ τὰ διὰ Μωσέως καὶ τῶν λοιπῶν προφητῶν προηγορευμένα, οὕτω νῦν κἀγὼ εὐαγγελίζομαι τοῖς πᾶσί φησι καὶ πρὶν ἀναγγεῖλαι καὶ εἰς φανερὸν ἐλθεῖν διὰ ταύτης τῆς προφητείας ἀκουστὰ ὑμῖν ἐποίησα. τίνα δὲ ταῦτα, ἑξῆς διεξέρχεται λέγων. 2.23 Προειπὼν καινὰ ποιήσειν διὰ τῶν προρρηθέντων, τίνα ἂν εἴη τὰ καινά, διὰ τῶν προκειμένων διδάσκει, προστάττει δὴ καινὸν ὕμνον τῷ κυρίῳ ὑμνεῖν, ἢ καινὸν ᾄδειν ᾆσμα κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. τοῦτο δὲ χρῆναι ποιεῖν πάντας ἀνθρώπους, ἐπειδὴ ἡ ἀρχὴ αὐτοῦ φησι καὶ ἡ βασιλικὴ ἐξουσία δοξάζεται ἐν πάσῃ τῇ γῇ καὶ ἐπὶ τὸ ὄνομα αὐτοῦ μέχρι τῶν ἄκρων τῆς γῆς ἔφθασεν ὡς ἀπὸ τῆς τοῦ Χριστοῦ προσηγορίας Χριστιανῶν τὴν σύμπασαν πεπληρῶσθαι. κατὰ δὲ τὸν Σύμμαχον· ἡ αἴνεσις αὐτοῦ ἀπ' ἄκρων τῆς γῆς. τὸ δὲ καινὸν ᾆσμα καὶ τὸν ὕμνον τὸν καινὸν τῷ κυρίῳ παρακελευσάμενος ὑμνεῖν, τίσι τὸ κήρυγμα προσφωνεῖ, διδάσκει ἑξῆς λέγων· οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν καὶ πλέοντες αὐτήν, ἄντικρυς τοὺς ἀποστόλους τοῦ σωτῆρος σημαίνων, οὓς «παράγων παρὰ τὴν θάλασσαν εἶδε βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς», ὁμοίως δὲ καὶ τοὺς λοιπούς. τούτοις οὖν τὸ προφητικὸν ἀνεφώνει πνεῦμα λέγον· Ὑμνήσατε τῷ κυρίῳ ὕμνον καινόν, οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν καὶ πλέοντες αὐτήν. οἱ αὐτοὶ δὲ οὗτοι καὶ τὴν καθ' ἡμᾶς περιπλέοντες θάλασσαν, ποτὲ μὲν ἐν ταῖς νήσοις ἐκήρυττον τὸ εὐαγγέλιον, ποτὲ δὲ διέβαινον ἐπέκεινα Σπανίας τε καὶ Ἰταλίας, ὡς ἐν ὀλίγῳ χρόνῳ καὶ αὐτὴν τὴν βασιλεύουσαν πόλιν πληρῶσαι τῆς τοῦ Χριστοῦ διδασκαλίας. καὶ ἄλλως δὲ οἱ τὴν τοῦ ἀνθρωπίνου βίου θάλασσαν ἐμπλέοντες καὶ πᾶσι τοῖς ἔθνεσιν ἐν μέσαις ταῖς νήσοις κηρύττοντες τὸ εὐαγγέλιον διὰ τῶν προκειμένων δηλοῦνται· ἐπεὶ καὶ οὗτοι τὸν καινὸν ὕμνον πᾶσι κατήγγελλον ἀνθρώποις ἐν μέσαις ταῖς ἐκκλησίαις κηρύττοντες καὶ διδάσκοντες. διὸ ἑξῆς τούτοις τὸν καινὸν ὕμνον προστάττει ὑμνεῖν ταῖς νήσοις, δῆλον δ' ὅτι ταῖς ἐκκλησίαις τοῦ θεοῦ ταῖς ὑπὸ τῆς προλεχθείσης θαλάσσης περιρρεομέναις καὶ πανταχόθεν ὑπὸ τῶν ἔξωθεν ἀνέμων καταπνεομέναις. διὸ ἐπιλέγει· αἱ νῆσοι καὶ οἱ κατοικοῦντες αὐτάς, τοὺς ἐν ταῖς ἐκκλησίαις συναγομένους τοῦτον ἐμφαίνων τὸν τρόπον. Εἶτα πάλιν τὴν ἔρημον, περὶ ἧς μυρία ἐν τοῖς ἔμπροσθεν ἐλέγετο, εὐαγγελίζεται λέγων· εὐφράνθητι, ἔρημος καὶ αἱ κῶμαι αὐτῆς, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· καὶ αἱ πόλεις αὐτῆς· πολλαὶ γὰρ πόλεις κατὰ τὰς διαφόρους πολιτείας ἐν τῇ ἐκκλησία τοῦ θεοῦ ἐπινοοῦνται, ὡς ἐδείκνυτο «ἐν τῇ ὁράσει Αἰγύπτου», ἐν ᾗ ἐλέγοντο «ἔσεσθαι» «πέντε πόλεις ἐν Αἰγύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Χανανίτιδι καὶ ὀμνύουσαι τῷ ὀνόματι κυρίου σαβαώθ». ἀλλὰ καὶ τὰς ἐπαύλεις καὶ τοὺς οἰκοῦντας Κηδὰρ καὶ ἔτι πρὸς τούτοις τοὺς κατοικοῦντας Πέτραν εὐφρανθήσεσθαι ἐπαγγέλλεται. ἡ Κηδὰρ δὲ ἐπέκεινα τῆς Ἀραβίας τυγχάνει ἐπὶ τῆς ἐσχάτης ἐρήμου, ἣν κατέχειν φασὶ τὸ Σαρακηνῶν γένος, δι' ὧν ὁ λόγος ἐβουλήθη πάντας τοὺς τὰς ἐρήμους καὶ τὰ ἔσχατα τῆς γῆς οἰκοῦντας δηλῶσαι, ὡς τῆς τοῦ θεοῦ λογικῆς εὐφροσύνης διὰ τῆς τοῦ Χριστοῦ χάριτος καὶ μέχρις ἡμῶν φθάνειν μελλούσης. καὶ Πέτρα δέ τίς ἐστι πόλις τῆς Παλαιστίνης δεισιδαιμόνων ἀνδρῶν καὶ πολλῇ τῇ πλάνῃ τῇ δαιμονικῇ βεβαπτισμένων, ἧς καὶ αὐτῆς τοὺς ἐνοίκους τῆς χάριτος μεταλήψεσθαί φησι λέγων· εὐφρανθήσονται οἱ κατοικοῦντες Πέτραν. τούτων δὲ τῶν λόγων τὴν ἀλήθειαν ἡ διὰ τῶν πραγμάτων ἔκβασις ἐπιστώσατο ἐκκλησιῶν Χριστοῦ καὶ ἐπ' αὐτῆς τῆς Πετραίων πόλεως, κατά τε τὴν χώραν αὐτῆς καὶ ἐν ταῖς ἐρήμοις τῶν Σαρακηνῶν καθ' ἡμᾶς αὐτοὺς ἱδρυμένων. καὶ ἄλλως δὲ