1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

185

Κηδὰρ ἑρμηνεύεται σκοτασμὸς διὰ τοὺς μεταβαλόντας ἀπὸ τοῦ σκοτασμοῦ ἐπὶ τὸ κατηγγελμένον «φῶς τοῖς ἔθνεσιν». εὐφρανθήσεσθαι ὁ λόγος φησὶ καὶ τοὺς κατοικοῦντας δὲ Πέτραν ὁμοίως· «ἡ δὲ πέτρα ἦν ὁ Χριστός». ὁμοῦ δὲ πάντας τούτους οὓς ἡ προφητεία κατέλεξεν ἐν ὕψει γενομένους καὶ ἐν τοῖς τοῦ θεοῦ μετεώροις λόγοις ὥσπερ ἐν ὄρεσι στάντας ἄνωθεν, πόθεν τῷ θεῷ ὑμνεῖν καὶ δώσειν αὐτῷ δόξαν, θεσπίζει λέγων· ἀπ' ἄκρου τῶν ὀρέων φωνήσουσι καὶ δώσουσι τῷ θεῷ δόξαν. οὕτω δὲ καὶ ἀνωτέρω ἐλέγετο τό· «ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον τῇ ἰσχύι τὴν φωνήν σου ὁ εὐαγγελιζόμενος Ἰερουσαλήμ». Ἀλλὰ γὰρ ταῦτα τῇ ἐρήμῳ καὶ ταῖς νήσοις καὶ τῇ Κηδάρ, ἃ δὴ ὁμολογουμένως ἀλλότρια ἦν τοῦ Ἰουδαίων ἔθνους, ὁ λόγος ἐπαγγειλάμενος ἐπιφέρει ἑξῆς τὴν ἀποβολὴν τοῦ Ἰσραὴλ σημαίνων ἐν τῷ λέγειν· κύριος ὁ θεὸς τῶν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον, κατὰ δὲ τὸν Σύμμαχον· κύριος ὡς δυνατὸς ἐξελεύσεται ὡς ἀνὴρ πολεμιστής. ὁρᾷς ὅπως αὐτὸν τὸν κύριον ἐν σχήματι ἀνδρὸς προσελεύσεσθαί φησι καὶ δίκην ἀνδρὸς πολεμιστοῦ πολεμήσειν τοὺς ἐχθροὺς αὐτοῦ. εἶτ' ἐπιλέγει· ἐπεγείρει ζῆλον, περὶ οὗ καὶ Μωϋσῆς ἐδίδαξεν εἰπὼν περὶ τοῦ Ἰουδαίων ἔθνους· «αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς»· τοῦτον οὖν ἐκεῖνον τὸν ζῆλον ἐπεγείρει φησὶν εἰσποιούμενος μὲν καὶ ἐξοικειούμενος τὴν Κηδὰρ καὶ τὰς νήσους καὶ τὰ ἀλλόφυλα ἔθνη, ἀποσειόμενος δὲ καὶ ἀπωθούμενος τὸν Ἰουδαίων λαὸν καὶ τοῦτο πράττων μετὰ λογισμοῦ καὶ εὐλόγου ἀπολογίας. διὸ ἐπιλέγει· καὶ βοήσεται πρὸς τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος. Οὐ γὰρ ἀλόγως αὐτοὺς πολεμήσει, ἀλλὰ μετὰ τοῦ τὴν αἰτίαν ἐξειπεῖν καὶ μετὰ μεγάλης βοῆς φανερὸν ποιήσει, ἣν καὶ διδάσκει λέγων· ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι; ἐν γὰρ τῷ παρανομεῖν αὐτοὺς καὶ ἀσεβεῖν ἀνεξικακῶν καὶ φέρων αὐτοὺς τῇ αὐτοῦ μακροθυμίᾳ μηδὲ παραχρῆμα τὴν ὀργὴν αὐτοῖς ἐπάγων ἐσιώπησα. καὶ ἄλλως δὲ κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ συκοφαντούμενος «ἐσιώπησε» καὶ ψευδομαρτυρούμενος «οὐδὲν ἀπεκρίνατο». ἀλλὰ τότε μέν φησιν ἐσιώπησα, οὐ μὴν καὶ ἀεὶ σιωπήσομαι· τότε δὲ καὶ ἐκαρτέρησα ὡς ἡ τίκτουσα, νυνὶ δὲ «καιρὸς ἀνταποδόσεως», διὸ ἐκστήσω καὶ ξηρανῶ ἅμα, ἢ κατὰ τὸν Σύμμαχον· ἀναπνεύσω καὶ ἐκφυσήσω ὁμοῦ. Εἶτ' ἐπιλέγει κατὰ τὴν Ἑβραϊκὴν ἀνάγνωσιν καὶ τοὺς λοιποὺς ἑρμηνευτάς· ἐρημώσω ὄρη καὶ βουνοὺς καὶ πάντα τὸν χόρτον αὐτῶν ξηρανῶ, ὄρη καὶ βουνοὺς τοὺς ἄρχοντας τοῦ λαοῦ αἰνιττόμενος, χόρτον δὲ τὰς ἁμαρτίας αὐτῶν. τὰ μὲν οὖν ἐπάρματα αὐτῶν καὶ τὰ ὕψη τῶν παρ' αὐτοῖς ἀρχόντων καθελεῖν ἀπειλεῖ, τὸν δὲ χόρτον αὐτῶν ξηρανεῖν. καὶ ὅτι ταῦτα περὶ αὐτῶν λέγεται, οὐκ εἰς μακρὸν ὁ λόγος προϊὼν ἀποδείξει. ἔτι δὲ καὶ τοὺς ἐν αὐτοῖς ποταμούς, τὰς πάλαι ποταμῶν δίκην χορηγουμένας αὐτοῖς διδασκαλίας, θήσω φησὶν εἰς νῆσον· ἔτι δὲ καὶ τὰ παρ' αὐτοῖς λιμνάζοντα ὑδάτων λογικῶν χωρία ὡς παραβάλλεσθαι ἕλεσι, καὶ ταῦτά φησι ξηρανῶ. Καὶ δὴ ταῦτα περὶ αὐτῶν ἀπειλήσας μεταβαίνει πάλιν ἐπὶ τὴν χάριν τὴν τοῖς ἔθνεσιν δοθησομένην. διὸ ἐπιλέγει· καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ, ᾗ οὐκ ἔγνωσαν· τίνες δὲ ἦσαν οὗτοι ἐδίδαξε διὰ τῶν ἔμπροσθεν εἰπὼν εἰς πρόσωπον τοῦ Χριστοῦ· «ἔδωκά σε εἰς διαθήκην γένους μου, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν»; τούτους δὴ οὖν αὐτοὺς τοὺς πάλαι τυφλοὺς ἐν τοῖς ἔθνεσιν, ἣν μὴ ἐγίνωσκον ὁδὸν βαδίσαι ποιήσειν ἐπαγγέλλεται. πόθεν γὰρ ἡμῖν γινώσκειν παρῆν τὴν κατὰ θεὸν ὁδὸν ἢ διὰ τῆς θείας αὐτοῦ χάριτος; ἐπεὶ δὲ ἑνικῶς εἴρηται κατὰ πάντας τοὺς ἑρμηνευτὰς τό· καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ, ᾗ οὐκ ᾔδεισαν, παρίστησι δὲ ὁ σωτὴρ ταῦτα λέγων· «ἐγώ εἰμι ἡ ὁδός». θέα ὅπως ὃν μὴ πρότερον ἠπιστάμεθα Χριστὸν καὶ τὸν λόγον αὐτοῦ τὸν σωτήριον ἡμῖν τοῖς τυφλοῖς ἐπαγγέλλεται, ἀλλὰ καὶ τρίβους, ἃς