186
οὐκ ᾔδειμεν, τὰς προφητικὰς δηλαδὴ γραφὰς καὶ τοὺς βίους τοὺς ὑπὸ τῆς θείας διδασκαλίας ὑποβαλλομένους συνήσεσθαι ἡμᾶς φησι καὶ τὸ σκότος δὲ ποιήσειν ἡμῖν εἰς φῶς καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν· τὴν γὰρ ἄγνοιαν τοῦ θεοῦ τὴν πάλαι ταῖς ψυχαῖς ἡμῶν ἐπιπολάζουσαν εἰς φῶς γνώσεως μεταβαλεῖσθαι καὶ τὰ πάλαι δὲ σκολιὰ ἡμῖν καὶ ἀσαφῆ νομιζόμενα τοῦ θεοῦ λόγια, καὶ ταῦτα ὁμαλὰ ποιήσειν ἐπαγγέλλεται. καὶ ἐπιφέρει· ταῦτα τὰ ῥήματα ποιήσω αὐτοῖς, σφόδρα δὲ ἀπηκριβωμένως οὐχὶ λαλήσειν αὐτοῖς τὰ ῥήματα, ἀλλὰ ποιήσειν ἐπαγγέλλεται· πάλαι μὲν γὰρ παρὰ τοῖς προφήταις ἐλαλεῖτο ταῦτα, δι' ἔργων δὲ αὐτὰ ἐπιτελέσειν ὑπισχνεῖται, καὶ οὐκ ἐγκαταλείψω αὐτούς φησιν. εἶτα ταῦτα εἰπὼν περὶ τῶν πάλαι τυφλῶν αὖθις ἐπιστρέφει τὸν λόγον ἐπὶ τοὺς πάλαι μὲν ὄντας πλησίον τοῦ θεοῦ, ἀποστραφέντας δὲ εἰς τὰ ὀπίσω τοὺς ἐκ περιτομῆς αἰνιττόμενος, περὶ ὧν φησιν· αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω. εἶθ' ὥσπερ ἐπιδεικνὺς αὐτοῖς τὴν τῶν ἐθνῶν μεταβολήν, καὶ ἐξ οἵας πλάνης μεταβεβλήκασιν εἰς φῶς ἐλθόντες ἀπὸ τοῦ σκότους, ὀνειδιστικῶς πρὸς ἐκείνους εἰδωλολατροῦντας ἐπιλέγει· αἰσχύνθητε αἰσχύνην, οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς οἱ λέγοντες τοῖς χωνευτοῖς Ὑμεῖς ἐστε θεοὶ ἡμῶν. καὶ γὰρ ἀληθῶς τῶν πάλαι εἰδωλολατρῶν ἐθνῶν μεταβεβληκότων εἰς θεοσέβειαν τὸ Ἰουδαίων ἔθνος ᾐσχύνθη· διὸ καθ' οὓς μὲν προεφητεύετο ταῦτα χρόνους εἰδωλολατρίαις προσεῖχον, ἐπαύσαντο δὲ νῦν αἰσχυνόμενοι διὰ τὴν τῶν ἐθνῶν μεταβολήν. ὅθεν προφητικῶς τοῦτ' ἐδηλοῦτο ἐν τῷ λέγεσθαι· αἰσχυνθήσονται αἰσχύνην· ἐπειδὰν γάρ φησιν ἴδωσι τοὺς πάλαι τυφλοὺς μεταβαλόντας εἰς φῶς τὸ τηνικαῦτα καὶ αὐτοὶ αἰσχυνθήσονται καὶ παύσονται τοῦ λέγειν τοῖς χωνευτοῖς Ὑμεῖς θεοὶ ἡμῶν. Ταῦτα εἰπὼν ὁ λόγος ὡς εἰς κωφῶν ὦτα κραυγὴν ἀφιεὶς ἐπιβοᾷ· Οἱ κωφοί, ἀκούσατε, καὶ οἱ τυφλοί, ἀναβλέψατε ἰδεῖν. καὶ ἵνα μή τις ταῦτα νομίσειε περὶ τῶν ἐθνῶν λέγεσθαι τῶν πάλαι τυφλῶν καὶ κωφῶν, ἀναγκαίως διασαφεῖ καὶ ἑρμηνεύει τὴν διάνοιαν ἑξῆς ἐπιλέγων· καὶ τίς τυφλὸς ἀλλ' ἢ οἱ παῖδές μου καὶ κωφοὶ ἀλλ' ἢ οἱ κυριεύοντες αὐτῶν; εἶτα κατὰ τὸν Σύμμαχον πρόσκειται· τίς τυφλὸς ὡς ὁ τέλειος; καὶ ἔτι μᾶλλον διερμηνεύει τὸν λόγον φάσκων· καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ, κατὰ δὲ τὸν Σύμμαχον· οἱ τυφλοί φησιν, ἀναβλέψατε, καὶ οἱ κωφοί, ἀκούσατε· τίς τυφλὸς εἰ μὴ ἂν ὁ δοῦλός μου καὶ κωφὸς ὡς ὁ ἄγγελός μου, ὃν ἀπέστειλα; τίς τυφλὸς ὡς ὁ τέλειος καὶ κωφὸς ὡς ὁ δοῦλός μου; ἰσοδυναμεῖ δὲ καὶ τὰ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς. δοῦλον δὲ αὐτοῦ τίνα λέγει ἢ τὸν ἐκ περιτομῆς λαὸν τὸν αὐτὸν δὲ καὶ ἄγγελον ὀνομάζει καὶ τέλειον καὶ δοῦλον κυρίου εἰς κατάκρισιν αὐτοῦ. ταῦτα λέγων ἐγὼ γὰρ καὶ δοῦλον καὶ τέλειον καὶ ἄγγελον ἐμαυτοῦ τὸν λαὸν τοῦτον ἐβουλήθην ἔχειν, οἱ δὲ ἐτυφλώθησαν. Πῶς δὲ τυφλοὶ καὶ κωφοὶ γεγόνασι, διεξέρχεται λέγων· εἴδετε πλεονάκις, καὶ οὐκ ἐφυλάξασθε· ἠνεῳγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε. τοιαῦτα δὲ ἦν καὶ τὰ ἔμπροσθεν εἰρημένα ἐν τῷ· «Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου». κατὰ δὲ τὸν Σύμμαχον· εἶδές φησι πολλά, καὶ οὐ μὴ φυλάξεις· ἀνεῳγμένα τὰ ὦτα αὐτοῦ, καὶ οὐ μὴ ἀκούσεις. κύριος ἠθέλησεν ἵνα δικαιώσῃ αὐτὸν μεγαλῦναι νόμον καὶ θαυμάσαι. αὐτὸς δὲ λαὸς διηρπασμένος καὶ προνενομευμένος. ὁρᾷς ὅτι πάντα ταῦτα περὶ τοῦ λαοῦ εἴρηται τοῦ ἐκ περιτομῆς. ἀλλ' ὁ μὲν κύριος ἐβούλετο ἵνα δικαιώσῃ αὐτὸν καὶ ἵνα μεγαλύνῃ αἴνεσιν· οἱ δὲ ἐξεδόθησαν τοῖς τὰς ψυχὰς αὐτῶν πολεμοῦσι καὶ γεγόνασι λαὸς διηρπασμένος καὶ προνενομευμένος· ἡ γὰρ παγὶς ἔνδον ἐν τοῖς ταμείοις τῶν ψυχῶν αὐτῶν καὶ ἐν τοῖς οἴκοις αὐτῶν ἅμα. ἐν γὰρ αὐτοῖς τοῖς λογισμοῖς, οὓς ἔκρυπτον τὰ κατὰ τοῦ Χριστοῦ βουλευόμενοι ἐν αὐτοῖς ἐκείνοις ἦν ἡ κατ' αὐτῶν παγίς, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος οὐδὲ ὁ ῥυόμενος οὐδὲ ὁ λέγων Ἀπόδος. Εἶτ' ἐπειδήπερ ὡς κωφοῖς ἐλάλει, ἀπορῶν ἐν αὐτοῖς ἀκροατῶν φησι· Τίς ἐν ὑμῖν, ὃς