187
ἐνωτιεῖται ταῦτα, καὶ τίς εἰσακούσεται εἰς τὰ ἐπερχόμενα; εἰ γὰρ καὶ μήπω ἐνέστηκεν ἡ τῶν πραγμάτων ἔκβασις, ἀλλ' ἐν τοῖς ἐπιοῦσι χρόνοις ἐπιτελεσθήσεται. καὶ τίς ἄρα ἔσται ὁ ταῦτα νοήσων ἐν ὑμῖν; τίς ἐπιζητήσει τὸν αἴτιον τῆς ἁρπαγῆς τοῦ λαοῦ ὥστε εἰπεῖν· Τίς ἔδωκεν εἰς διαρπαγὴν Ἰακὼβ καὶ Ἰσραὴλ τοῖς προνομεύουσιν αὐτόν; εἰ δέ τις ζητήσειε τίς ὁ ταῦτα πράξας, εὕροι δ' ἂν ὅτι οὐδ' ἄλλος ἔδωκεν αὐτοὺς εἰς διαρπαγὴν ἢ αὐτός, ᾧ ἡμάρτοσαν αὐτῷ καὶ οὐκ ἐβούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι· καλούμενοι γὰρ εἰς τὰς εὐαγγελικὰς ὁδοὺς οὐχ ὑπήκουσαν, ἀλλ' οὐδὲ ἀκούειν ἤθελον τοῦ νόμου τῆς καινῆς διαθήκης. διὸ ἐπήγαγεν ἐπ' αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, καὶ κατίσχυσεν ἐπ' αὐτοὺς πόλεμος. πάλαι μὲν γὰρ πρὸς καιρόν τινα πολεμούμενοι αὖθις ἀνελάμβανον ἑαυτούς, ὡς καὶ τὴν Ἰερουσαλὴμ καὶ τὸ ἐν αὐτῇ βασίλειον αὐτῶν συνεστάναι· νῦν δὲ κατίσχυσεν αὐτῶν ὁ πόλεμος, οὐχ ὁ ἔξωθεν μόνος, ἀλλὰ καὶ ὁ τῶν τὰς ψυχὰς αὐτῶν πολιορκούντων. διὸ εἴρηται· καὶ οἱ συμφλέγοντες αὐτοὺς κύκλῳ, καὶ ταῦτα πάσχοντες οὐκ ἐνόησαν οὐδὲ ἔθεντο ἐπὶ ψυχήν, ὡς λογίσασθαι τὴν αἰτίαν τῶν κατειληφότων αὐτοὺς κακῶν. 2.24 Εἰ μεμνήμεθα τῶν ἀρτίως περὶ τοῦ ἐκ περιτομῆς λαοῦ εἰρημένων, οὓς «τυφλοὺς» καὶ «κωφοὺς» ἀπεκάλει ὁ λόγος λέγων· «καὶ τίς τυφλὸς ἀλλ' ἢ οἱ παῖδές μου καὶ κωφοὶ ἀλλ' ἢ οἱ κυριεύοντες αὐτῶν; καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ», καὶ πάλιν· «καὶ ἐγένετο ὁ λαὸς προνενομευμένος καὶ διηρπασμένος» καὶ τὰ τούτοις ἀκόλουθα, δι' ὧν «ὀργὴν καὶ θυμὸν καὶ πόλεμον ἐπάξειν αὐτοῖς» ἠπείλει, τὰ παρόντα περὶ τῶν αὐτῶν οὔποτ' ἂν λέγεσθαι ἡγησόμεθα. μεταβαίνει τοιγαροῦν ὁ λόγος ἐπὶ τὸ κρεῖττον τάγμα τῶν ἀπὸ τοῦ λαοῦ τὸν σωτήριον λόγον παραδεδεγμένων καὶ τούτοις προσφωνεῖ φάσκων· Καὶ νῦν οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας σε, Ἰακώβ, καὶ ὁ πλάσας σε, Ἰσραήλ. εἰ γὰρ καὶ τὰ μάλιστα οἱ ἐξ ὑμῶν ἄπιστοι «τυφλοὶ» καὶ «κωφοὶ» γενόμενοι καὶ τοιαῦτα πράξαντες τῇ ὀργῇ τοῦ θεοῦ παρεδόθησαν, ἀλλ' ὑμεῖς ἔτι καὶ νῦν ἀκούσατε. ὑμᾶς δὲ λέγω «τοὺς τὸν ἑαυτῶν ποιητὴν καὶ πλάστην μὴ ἀγνοήσαντας», ἀλλὰ καὶ τὸ ποίημα τὸ ἐν ὑμῖν καὶ τὸ πλάσμα σῶον καὶ ἀλώβητον διατηρήσαντας. πρὸς σὲ τοιγαροῦν τὸν ἀληθῶς Ἰακὼβ καὶ τὸν ἄξιον τῆς τοῦ Ἰσραὴλ προσηγορίας ὁ ποιήσας σε τὰ προκείμενα διεξέρχεται καὶ πρὸς σὲ ταῦτά φησι· πολλοὶ μὲν οἱ διαφθονούμενοι τῇ σῇ σωτηρίᾳ καὶ τὸν ὑπὸ σοῦ κηρυττόμενον εὐαγγελικὸν λόγον κωλῦσαι παραθησόμενοι, ἀλλὰ τούτων μηδένα φοβεῖσθαι παρακελεύομαί σοι. αὐτὸς γὰρ ἐγὼ κύριος ὁ θεὸς ὁ ποιήσας σε καὶ ὁ πλάσας σε, ποιήσας μὲν κατὰ ψυχὴν «τὴν κατ' εἰκόνα θεοῦ πεποιημένην», πλάσας δὲ κατὰ τὸ σῶμα τὸ «ἀπὸ γῆς» ληφθὲν καὶ ὑπ' ἐμοῦ πεπλασμένον· «λύτρον» ὑπὲρ τῆς σῆς σωτηρίας τὸ ἐμαυτοῦ παραδοὺς αἷμα ἐλυτρωσάμην σε καὶ ἐκάλεσά σε· ἀλλὰ καὶ κτῆμα ἐμαυτοῦ ἐποιησάμην σε, ὥστε «εἶναί σε μὲν ἐμὸν λαόν, κἀμὲ δὲ σοῦ αὐτοῦ θεόν». θάρσει τοιγαροῦν τοσούτων παρ' ἐμοῦ κατηξιωμένος καὶ βάδιζε τὴν ὁδὸν ἣν ἐκελεύσθης, θαρρῶν τε «κήρυττε πᾶσι τοῖς ἁπανταχοῦ γῆς ἔθνεσι τὸν εὐαγγελικὸν λόγον»· κἂν γὰρ πῦρ φλέγον ἐπίῃ κἂν ὕδατα καὶ ποταμοὶ ἐπικλύζωσιν, οὐδέν σε ταῦτα λυπήσει διὰ τὸ ἐμὲ σοὶ πανταχοῦ εἶναι. ἀψευδῶς γὰρ ἐπηγγειλάμην τό· «Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος». Καὶ τοῦτο δὲ ἴσθι, ὥσπερ ἐγώ σε τὸν ἐμαυτοῦ λαὸν «ἐλυτρωσάμην» «τὸ τίμιόν μου αἷμα» ὑπὲρ τῆς σῆς σωτηρίας παραδούς, οὕτω καὶ σὺ ἐκείνων ἔσῃ ἄλλαγμα, λέγω δὲ τῶν διὰ σοῦ σωθησομένων ἐθνῶν, ἐν οἷς ἔσονται Αἰγύπτιοι καὶ Αἰθίοπες καὶ οἱ τὴν Συήνην οἰκοῦντες, ἀνθ' οὗ καὶ Σαβὰ οἱ λοιποὶ ἑρμηνευταὶ ἐκδεδώκασιν. ὁ δὲ Σύμμαχος· ἔδωκά φησιν ἐξιλασμόν σου Αἴγυπτον καὶ Αἰθιοπίαν καὶ Σαβὰ ἀντὶ σοῦ. οὕτω γὰρ παρ' ἐμοὶ γέγονας τίμιος καὶ οὕτως ἐναντίον μου ἐδοξάσθης, καὶ οὕτως ἠγάπησά σε, ὡς καὶ μέχρι τῶν ἐσχατιῶν γῆς φθάσαι τὴν διὰ σοῦ πᾶσιν ἀνθρώποις προξενουμένην κατὰ θεὸν σωτηρίαν· καὶ ὡς αὐτοὺς τοὺς