188
πάντων ἀνθρώπων δεισιδαιμονεστάτους Αἰγυπτίους τῆς διὰ σοῦ κλήσεως καταξιωθῆναι. διὰ μὲν οὖν τῶν Αἰγυπτίων πάντας ᾐνίξατο τοὺς δεισιδαίμονας καὶ εἰδωλολάτρας, διὰ δὲ τῆς Αἰθιοπίας καὶ Συήνης τοὺς μέχρι τῶν ἐσχατιῶν τῆς καθ' ἡμᾶς οἰκουμένης οἰκοῦντας. ἐὰν δὲ ἡ καὶ Σαβὰ μνημονεύεται, ἰστέον ὥς ἐστι Σαβαϊτῶν ἔθνος, ὅθεν «βασίλισσα Σαβὰ» ἐπεδήμει κατὰ τοὺς Σολομῶντος χρόνους. τούτους μὲν οὖν ἀντὶ σοῦ φησιν ἢ ὑπὲρ σοῦ πάντας οἰκείους ἐκτησάμην, τοὺς δὲ σὲ πολεμοῦντας διὰ τὸν ὑπὸ σοῦ καταγγελλόμενον λόγον ἀπωλείᾳ παραδώσω. ∆ιόπερ θαρσεῖν σοι παρακελεύομαι ὡς ἂν ἐμοῦ διὰ παντὸς συνόντος σοι, καὶ τὰ σπέρματα δέ, ἃ καθ' ὅλης τῆς οἰκουμένης ἔσπειρας, πολλὰ τέκνα κατὰ θεὸν γεννήσας συνάξω εἰς «τὴν ἐπουράνιόν μου πόλιν» μετεώρους αὐτοὺς ἀναλαβὼν δι' ἀέρος ὥσπερ πτηνοῖς ἀνέμοις ὑποκουφιζομένους, λέγω δὲ ἀγγελικαῖς δυνάμεσι. καὶ τοὺς μὲν ἀπὸ βορρᾶ παραλήψομαι, τοὺς δὲ ἀπὸ λιβός, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ἀπὸ νότου· ἐγὼ γὰρ αὐτοῖς τοῦτο ποιεῖν προστάξω διὰ τὸ ἐμοὺς εἶναι υἱοὺς καὶ θυγατέρας ἐμὰς τοὺς δι' ὑμῶν σπαρέντας καὶ ἀναγεννηθέντας ἐν τῇ ἐμῇ ἐκκλησίᾳ. Εἰ δὲ δεῖ τούτους ὀνομαστὶ τίνες εἶεν δηλῶσαι, ἐντεῦθεν ἤδη τοῖς πᾶσι φανερὸν ποιῶ, ὡς ἄρα οὗτοί εἰσιν οἱ ἐπικληθησόμενοι τῷ ὀνόματί μου. πόθεν δὲ ἄλλοθεν ὑπέστη τὸ Χριστιανῶν ὄνομα ἢ ἐκ τῆς τοῦ Χριστοῦ προσηγορίας; αὐτὸς δὲ ἦν ὁ διὰ τοῦ προφήτου ταῦτα θεσπίζων. ἀντὶ δὲ τοῦ· ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα αὐτόν, οἱ λοιποὶ ἑρμηνευταί· εἰς δόξαν μού φησιν ἔκτισα αὐτόν· τοῦτον γὰρ τὸν νέον λαὸν εἰς δόξαν ἔκτισα πρὸς τὸ δοξάζεσθαί με δι' αὐτοῦ, ἀλλὰ καὶ ἔπλασα αὐτὸν ἄπλαστον ὄντα τοῖς τρόποις. Καὶ ἐξήγαγον δὲ αὐτὸν πρότερον ὄντα φησὶν ἐν σκότῳ καὶ λαὸν ὄντα τυφλόν· εἰ γὰρ καὶ ἐδόκουν ὀφθαλμοὺς ἔχειν ψυχῆς καί τινα ἀνθρωπίνην φρόνησιν, ἀλλ' ὅμως ἦσαν ἀβλεπτοῦντες περὶ τὴν πλάνην τῆς εἰδωλολατρίας. τούτοις ἑξῆς εἴρηται· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. καὶ τούτου δὲ τοῦ λόγου τὸ ἀποτέλεσμα ἡ τῶν πραγμάτων ἐνέργεια παρίστησι· διὰ γὰρ τῶν ἀποστολικῶν σπερμάτων καὶ τῆς διδασκαλίας αὐτῶν μεταβαλόντες οἱ πάλαι τυφλοὶ καὶ κωφοὶ συνήχθησαν εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ, ἤδη δὲ καὶ ἄρχοντες ἐξ αὐτῶν τούτων τῶν ἐθνῶν ἐπὶ τὸν λαὸν τοῦ θεοῦ κατέστησαν. ταῦτ' εἰπὼν ὁ προφήτης θαύματος καὶ ἐκπλήξεως ἐφ' οἷς ἐθέσπισε πληρωθεὶς ἀνεφώνει λέγων· Τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. τίς ἄρα ἔσται φησὶν ὁ μέλλων τούτων τῶν λόγων τὰς ἐκβάσεις ὀφθαλμοῖς ποτε ὁρᾶν, τίνες δὲ οἱ μάρτυρες τῶν ἀποτελεσμάτων ἡκέτωσαν, δικαιωθήτωσαν μαρτυρήσαντες, ἐπειδὴ κἀγὼ ὁ θεὸς μάρτυς αὐτῶν γενήσομαι, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, περὶ οὗ ἀνωτέρω ἔλεγεν· «ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου». ἐγὼ τοίνυν αὐτὸς ὁ θεός, καὶ ὁ παῖς οὗτος ὁ ἐκλεκτός μου. ὃ δὴ καὶ ὁ σωτὴρ ἐν Εὐαγγελίοις ἐδήλου λέγων· «ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, κἀγὼ ὁμολογήσω αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς». μαρτυρήσω τοῖς ἐμοῖς μάρτυσιν, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι, ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεὸς καὶ μετ' ἐμὲ οὐκ ἔσται. τὸ γὰρ αἴτιον τῆς τοῦ Χριστοῦ παρουσίας καὶ τῆς τῶν ἀποστόλων αὐτοῦ εἰς πάντα τὰ ἔθνη μαρτυρίας οὐδὲν ἕτερον ἦν ἢ τὸ κηρύξαι τὴν τοῦ ἐπὶ πάντων θεοῦ γνῶσιν καὶ τὴν εἰς αὐτὸν πίστιν καὶ τὴν περὶ αὐτοῦ σύνεσιν τοῖς πρὶν ἀσυνέτοις καὶ ἀσυνθέτοις καὶ ἀπίστοις καὶ ἐν ἀγνωσίᾳ οὖσιν αὐτοῦ καὶ διὰ τοῦτο τυφλώττειν τοὺς τῆς διανοίας ὀφθαλμοὺς καὶ περὶ τὴν πλάνην τῆς ἀθέου εἰδωλολατρίας εἱλεῖσθαι. διὸ προφήσας· γένεσθέ μοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει κύριος ὁ θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἐπήγαγεν· ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι, ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεὸς καὶ