189
μετ' ἐμὲ οὐκ ἔσται. μιᾶς γὰρ οὔσης ἀρχῆς μία εἴη ἂν θεότης, ᾗ συμπαραλαμβάνεται καὶ ἡ τοῦ μονογενοῦς αὐτοῦ θεολογία. ἐπιμένων δὲ ὁ λόγος τῇ αὐτῇ διδασκαλίᾳ ἐπιφέρει· ἐγὼ θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ σῴζων. ταῦτα δὲ φάσκει προειπὼν διὰ τῶν ἔμπροσθεν τό· κἀγὼ κύριος ὁ θεὸς καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ὡς ἂν μὴ ἁμαρτεῖν καὶ ἐπὶ τοῦ παρόντος τὸν τῇ προκειμένῃ θεολογίᾳ συνάπτοντα τὸν περὶ τοῦ παιδός, ὃν ἐξελέξατο, λόγον· ἐγὼ θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ σῴζων, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ὡς γὰρ μάρτυς αὐτὸς ἐλέγετο, καὶ ὁ παῖς, ὃν ἐξελέξατο, οὕτως καὶ θεὸς σῴζων εἴη ἂν οὗτος, καὶ ὁ παῖς, ὃν ἐξελέξατο. ἐὰν δὲ λέγῃ· πάρεξ ἐμοῦ σῴζων οὐκ ἔστιν, οὐκ ἀπαγορεύων τὸν σωτῆρα εἶναι τὸν παῖδα, ὃν ἐξελέξατο, τοῦτ' ἂν εἴποι· οἶδε γοῦν αὐτὸν «σωτῆρα» ὁ παρὼν προφήτης, ἐν οἷς φησι· «καὶ ἀποστελεῖ αὐτοῖς κύριος σωτῆρα, ὃς σώσει αὐτούς, κρίνων σώσει αὐτούς». ἀλλ' εἰ καὶ σῴζει οἷα «σωτὴρ» ὁ παῖς, ὃν ἐξελεξάμην φησίν, ἀλλ' οὐ πάρεξ ἐμοῦ σῴζει, μετ' ἐμῆς δὲ γνώμης καὶ ἐξ ἐμοῦ νεύματος· δίχα γὰρ τῆς ἐμῆς βουλῆς καὶ πάρεξ ἐμοῦ οὐκ ἔστι τις σῴζων. Καὶ ταῦτα δέ φησιν ἐγὼ αὐτὸς ὁ θεὸς προαπήγγειλα διὰ τῶν ἐμῶν προφητῶν, ἀκολούθως τε τοῖς ἐμαυτοῦ λόγοις ἔσωσα τοὺς ἀξίους σωτηρίας διὰ τοῦ ἐμοῦ παιδός. ἀντὶ δὲ τοῦ ὠνείδισα οἱ λοιποὶ ἑρμηνευταὶ πάντες καὶ ἠκούτισα εἰρήκασι. προλαβὼν γὰρ ταῦτα ἀκουστὰ ἐποίησα μόνος ὢν ἐν ὑμῖν θεὸς μὴ ὄντος τινὸς ἀλλοτρίου μηδὲ ἀπεξενωμένου. καὶ τούτων δὲ ὑμεῖς μάρτυρες, ὡς οὐδεὶς ἦν ξένος οὐδὲ ἀλλότριος ἐν ὑμῖν, ὅτε ταῦτα ἐθέσπιζεν διὰ τῶν ἐμῶν προφητῶν. μάρτυς δὲ ἤμην κἀγὼ κύριος ὁ θεὸς καὶ ὁ παῖς, ὃν ἐξελεξάμην. οὐκοῦν ὅτε ταῦτα ἐθέσπιζε συνῆν αὐτῷ, ἦν ἐξ ἐκείνου καὶ σὺν αὐτῷ ταῦτα, διὰ τῶν προφητῶν ἐμαρτύρετο ὁ παῖς, ὃν ἐξελέξατο. ∆ιαρρήδην δ' ἐν τούτοις ὁ λόγος προϋπάρχειν τῆς ἐνανθρωπήσεως τὸν Χριστὸν καὶ τῷ πατρὶ συνεῖναι παρίστησιν, ἀλλ' ἀπ' ἀρχῆς ταῦτά φησιν ὁρίσας ἵστημι τὴν ἐμαυτοῦ βουλήν, καὶ οὐκ ἔστιν ὁ δυνάμενος αὐτὴν παραγαγεῖν ἢ παρατρέψαι· ὅτε γὰρ «μή ἐστι μηδ' ὑπάρχει ἕτερος θεός», δῆλον ὡς οὐκ ἔσται ὁ δυνάμενος ἐκ τῶν χειρῶν μου ἐξαιρεῖσθαι οὐδὲ ἀνατρέψαι τὰ ὑπ' ἐμοῦ ὡρισμένα. ταῦτα δὲ λέλεκται μὲν εἰς πρόσωπον τοῦ Ἰακὼβ καὶ τοῦ Ἰσραήλ, ἀναφέρεται δὲ ἐπὶ τὸν χορὸν τὸν ἀποστολικόν. διήκει δὲ ὁ λόγος καὶ ἐπὶ πάντας τοὺς ἀπὸ τοῦ Ἰουδαίων γένους τὸν Χριστὸν τοῦ θεοῦ παραδεδεγμένους. 2.25 Ὁ νοῦς τῶν προκειμένων τοιοῦτός ἐστι· πάλαι μὲν τὰς ἐμὰς παρέχων εὐεργεσίας τῷ Ἰουδαίων ἔθνει, παιδεύων μὲν αὐτοὺς καὶ σωφρονίζων Βαβυλωνίοις παρέδωκα, οὐκ εἰς μακρὸν δὲ ἐλευθέρους ἀνῆκα τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας, ἅτε θεὸς ὢν καὶ κύριος τῶν ὅλων. αὐτούς τε Βαβυλωνίους τοὺς ἐπιβάντας τῇ Ἰερουσαλὴμ ἀναστάτους ἐποίησα ὡς καὶ φυγῇ χρήσασθαι τοὺς παρ' αὐτοῖς Χαλδαίους, δεσμίους τε ἀχθῆναί τινας αὐτῶν πλοίοις ἐμβληθέντας ἐν τῇ παρ' αὐτοῖς θαλάσσῃ ὑφ' ἑτέρων τινῶν πολεμίων δυνάμεων κραταιοτέρων αὐτῶν. ταῦτα ἐγὼ διεπραξάμην ὁ θεὸς δεικνὺς τὴν ἐμὴν βασιλείαν ἀνθρώποις. ἀντὶ δὲ τοῦ· ὁ καταδείξας Ἰσραὴλ βασιλέα ὑμῶν, ὁ Σύμμαχος· ἐγώ φησι κύριος ὁ ἅγιος ὑμῶν, κτίστης Ἰσραὴλ βασιλεὺς ὑμῶν. ἀλλὰ ταῦτα μὲν ἐπὶ τῶν Βαβυλωνίων καὶ τῶν Χαλδαίων διεπραξάμην, προφητικῶς δὲ ταῦτα μήπω γενόμενα μέλλοντα δὲ ἔσεσθαι ὡς ἂν ἤδη πεπραγμένα παρ' αὐτῷ ὁ θεὸς διῆλθεν, ἀλλὰ καὶ ἔτι πρότερον ἐν τοῖς παλαιοτάτοις χρόνοις φησὶ τὴν ἐμαυτοῦ θεότητα τοῖς ἐν Αἰγύπτῳ δεικνὺς διήγαγον τὸν ἐμαυτοῦ λαὸν διὰ τῆς ἐρυθρᾶς θαλάσσης ποιήσας δίοδον ἐν ὕδατι ἰσχυρῷ καὶ τρίβον ξηρὰν δι' αὐτῆς τῆς θαλάσσης, ὅτε καὶ «ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψα εἰς θάλασσαν» ὡς κοιμηθῆναι αὐτοὺς «δύντας κατὰ τοῦ βυθοῦ» καὶ μηκέτ' ἀναστῆναι, οἵτινες ἐοικότες πάλαι πρότερον φλέγοντι πυρὶ γεγόνασιν ὡς λίνον ἐσβεσμένον. ταῦτα μὲν οὖν εἰργασάμην ἐν τοῖς πρόπαλαι μνημονευομένοις χρόνοις, καὶ ταῦτ' ἦν τὰ