1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

190

θαυμαζόμενα καὶ διὰ στόματος μνημονευόμενα παρὰ τοῖς παλαιοῖς, νυνὶ δὲ ἐπὶ τοῦ παρόντος παραινῶ μηκέτι θαυμάζειν ἐκεῖνα μήτε τὰ ἐν Βαβυλῶνι πεπραγμένα μήτε τὰ ἐν Αἰγύπτῳ. διό φημι· Μὴ μνημονεύετε τὰ πρῶτα καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε, ἢ κατὰ τὸν Σύμμαχον· μὴ ἐννοεῖσθε. ∆ιὰ τί δὲ οὐ βούλομαι ἐκεῖνα τοῦ λοιποῦ θαυμάζειν ὑμᾶς ἢ ὅτι ἕτερά τινα καινότερα θαύματα οὐ λειπόμενα τῶν παλαιῶν ἐκείνων φωτὸς δίκην ἀνατελεῖ εἰς πάντας ἀνθρώπους, ἃ καὶ κατὰ τὸν καιρὸν γνώσεσθε. τίνα δὲ ἔστι ταῦτα· ἐν τῇ ἐρήμῳ φησὶ ποιήσω ὁδόν; δηλοῖ δὲ πάλιν τὴν ἐν τοῖς ἔθνεσι συστησομένην ἐκκλησίαν, ἥτις ἔρημος ἦν θεοῦ γνώσεως, πρὶν ἐπιδημῆσαι τὸν Χριστὸν τοῦ θεοῦ τὸν εἰπόντα· «ἐγώ εἰμι ἡ ὁδός». ἀλλ' ἐν ἐκείνῃ φησὶ τῇ πάλαι ἐρήμῳ ὁδὸν ποιήσω, ὥσπερ καὶ πρότερον ἐπὶ τῆς ἐρυθρᾶς πεποίηκα θαλάσσης. ῥεύσουσι δὲ καὶ ποταμοὶ θείων λογίων ἐκ διδασκαλίας ἁγίου πνεύματος εἰς τὴν πάλαι ἄνυδρον, ὡς καὶ ἐπὶ Μωϋσέως «ἔρρευσαν» ἐν τῇ ἐρήμῳ ποταμοί, ἀλλ' ἐκεῖ μὲν ὕδατος σωματικοῦ ῥευστῆς οὐσίας ὄντος καὶ φθαρτοῦ, νυνὶ δὲ ἐκ τῆς ἐνθέου χορηγίας τοῦ λογικοῦ καὶ πνευματικοῦ ὕδατος. ἐπειδὰν δὲ ὁδὸς ἐν τῇ ἐρήμῳ γένηται καὶ ποταμοὶ ἐμῶν πηγῶν τὴν ἄνυδρον χώραν κατακλύσωσι, περὶ ὧν «πηγῶν» ἀνωτέρω ἐλέγετο· «καὶ πίεσθε ὕδωρ ἐκ τῶν πηγῶν τοῦ σωτηρίου», τὸ τηνικαῦτα τὰ θηρία τοῦ ἀγροῦ, αἱ ἀπηγριωμέναι ψυχαὶ μεταβληθήσονται τῆς θηριώδους καταστάσεως ἐκ τῆς τοῦ ποταμοῦ δυνάμεως ἀλλοιωθεῖσαι, ὡς αὐτοὺς τοὺς πάλαι θῆρας εὐλογῆσαί με, ὅπερ οὐ γέγονεν ἐξ αἰῶνος πώποτε· οὔτε γὰρ ἐπὶ τοῦ προτέρου λαοῦ οὔτε ἐπὶ τῆς Αἰγύπτου οὔτε κατὰ τὴν ἔξοδον τὴν ἐξ Αἰγύπτου οὔτ' ἐπὶ τῆς ἐν Βαβυλῶνι διατριβῆς ἱστόρηταί τι τοιοῦτον γεγονός. εἰ δὲ καὶ σειρῆνές τινες ἦσαν θέλγουσαι ἡδονῇ καὶ ᾄσματι δαιμονικῷ τὰς τῶν ἀνθρώπων ψυχὰς ἐν ποιητῶν πλάσμασιν εὐεπείᾳ λόγων κεκοσμημένοις, ἀλλὰ καὶ αὗται μεταβαλοῦσαι εὐλογήσουσί με. ἔτι μὴν καὶ θυγατέρες στρουθῶν, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· καὶ στρουθοκάμηλοι, ζῷον ἐν ἐρημίαις καὶ χώραις ἀοικήτοις γινόμενον καὶ αὐτὸ ἡμερωθὲν εὐλογεῖν ἐμὲ τὸν θεὸν μαθήσεται. τούτων δὲ αἴτιον ἔσται τὸ ὑπ' ἐμοῦ δοθὲν ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ ἡ τῶν ποταμῶν δύναμις τῶν ἐν τῇ ἐρήμῳ ῥευσάντων. ἐπειδὰν δὲ οἱ ἄγριοι θῆρες καὶ αἱ σειρῆνες καὶ οἱ στρουθοὶ ἐμπιόντες τοῦ ἐμοῦ ὕδατος εἰς ἥμερον καὶ λογικὴν μεταβάλωσι φύσιν, μαθήσονται, ἅτε δὴ λαός μου καὶ γένος μου ἐκλεκτὸν γενόμενοι τὰς ἀρετάς μου διηγήσασθαι, ἢ τὸν ὕμνον μου κατὰ τὸν Σύμμαχον. Τούτων δὲ οὕτως παραδόξως ἀποτελεσθέντων, ἴσθι σύ, ὦ Ἰακώβ, ὡς οὐκ ἄξιος γενήσῃ τῆς ἐμῆς κλήσεως τότε, ἢ κατὰ τὸν Σύμμαχον· οὐδὲ ἐμὲ ἐκάλεσας, Ἰακώβ, κατὰ δὲ τὸν Ἀκύλαν καὶ τὸν Θεοδοτίωνα· καὶ οὐκ ἐμὲ ἐκάλεσας Ἰακώβ. οἱ μὲν γὰρ θῆρες οἱ ἄγριοι καὶ αἱ σειρῆνες καὶ αἱ θυγατέρες τῶν στρουθῶν εὐλογήσουσί με· σὺ δὲ, ὦ Ἰακώβ, οὐδὲν τοιοῦτο διεπράξω, ἀλλ' οὐδὲ ἠξίωσας ἐπικαλέσασθαί με, ἐκοπιάθης δὲ εἰς ἐμὲ κατὰ τὸν Σύμμαχον, κατὰ δὲ τὸν Ἀκύλαν καὶ τὸν Θεοδοτίωνα· ὅτι ἐκοπίασας ἐν ἐμοί, καίτοι ἐμοῦ μὴ ποιήσαντός σε κοπιάσαι. ὅσα γοῦν καὶ ἐνομίζετο κόπους σοι παρέχειν, ταῦτα παρῄτημαι ἤδη καὶ πρότερον εἰπών· «τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι». ἀλλ' οὐδὲ θυμίαμα οὐδὲ λίβανον οὐδὲ θυσίας οὔτ' ἔτι τῶν τοιούτων ᾔτησα παρὰ σοῦ ἐν τοῖς τῆς καινῆς διαθήκης νόμοις, οἷς διεταξάμην «διὰ τοῦ παιδός μου», «ὃν ἐξελεξάμην», ἀλλ' οὐδὲ σὺ ταῦτά μοι προσήνεγκας. εἰ δὲ χρὴ τἀληθῆ λέγειν, ἕτερα ἀνθ' ἑτέρων ἔπραξας· ἐν γὰρ ταῖς σαῖς ἁμαρτίαις προέστην σου, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ἐν ταῖς ἁμαρτίαις σου ἐκάλεσάς με καὶ ἐν ταῖς ἀδικίαις σου. ὁρᾷς ὅπως καὶ ἐν τοῖς προκειμένοις τῇ μὲν «ἐρήμῳ» καὶ τοῖς ἐν αὐτῇ «θηρίοις» ἀγαθῶν ἐλπίδας εὐαγγελίζεται, τὸν δὲ λαὸν τὸν ἐκ περιτομῆς ἐπ' ἀσεβείαις ἐλέγχει, ὃν Ἰακὼβ καλεῖ