191
νῦν καὶ Ἰσραήλ· οὕτως ἁπλῶς ξηροῖς ὀνόμασιν οὔτε «δοῦλον» αὐτοῦ οὔτε «ἐκλεκτὸν» εἰπών, ὅπερ ἐποίει ἐπὶ τοῦ κρείττονος τάγματος. Πλὴν οὖν ἀπελέγξας τοὺς διαβεβλημένους παρορμᾷ καὶ προτρέπει αὐτοὺς ἐπιστρέφειν, συγχωρήσειν τε αὐτοῖς τὰ ἁμαρτήματα ἐπιστρέψασι. διό φησιν· ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου καὶ οὐ μὴ μνησθήσομαι. σὺ δὲ μνήσθητι, ἐν οἷς γέγονας· καλὴ γὰρ ἡ μνήμη τῶν προτέρων ἁμαρτημάτων δι' ἐξομολογήσεως ἐξαγορευομένη. διὸ ἐπιφέρει· λέγε σὺ πρῶτος τὰς ἁμαρτίας σου· τοῦτο γὰρ ποιῶν δικαιωθήσῃ, ἐπειδὴ «δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ». ἴσθι γε μήν, ὡς ἐκ πατέρων ἁμαρτωλὸς πέφυκας, καὶ οἱ ἄρχοντές σου οἱ κατὰ καιροὺς γενόμενοι ἠσέβησαν εἰς ἐμέ. ἀντὶ δὲ τοῦ· καὶ οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς ἐμέ, ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος καὶ οἱ ἑρμηνεῖς σου ἐκδεδώκασιν. εἶτά φησι· καὶ οἱ ἄρχοντές σου ἐμίαναν τὰ ἅγιά μου. τρία δὲ τάγματα ἐν τούτοις τίθησι· πατέρας καὶ ἑρμηνεῖς καὶ ἄρχοντας, ἄρχοντας μὲν τοὺς καθηγουμένους τοῦ ἔθνους δηλῶν, ἑρμηνεῖς δὲ τοὺς ἐξηγητὰς τῶν θείων γραφῶν, πατέρας δὲ τοὺς ἐν αὐτοῖς ἡλικίᾳ καὶ χρόνῳ παλαιοτέρους, οὓς δὴ πάντας ἠσεβηκέναι εἰπὼν αἰτίους γεγονέναι παρίστησι τῆς τοῦ Ἰακὼβ ἀπωλείας. δι' αὐτοὺς γάρ φησιν· ἔδωκα τοῦ ἀπολέσαι τὸν Ἰακὼβ καὶ τὸν Ἰσραὴλ εἰς ὀνειδισμόν, ἢ εἰς βλασφημίας κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. Πάλιν δὲ κἀνταῦθα Ἰακὼβ καὶ Ἰσραὴλ δίχα τινὸς προσθήκης τοὺς διαβεβλημένους ὠνόμασε, τοὺς δὲ ἑξῆς ἐπιφερομένους οὐκέτ' ὁμοίως, ἀλλὰ μετὰ τῆς συνήθους προσθήκης. διὸ ἐπιλέγει· νῦν δὲ ἄκουσον, Ἰακὼβ παῖς μου καὶ Ἰσραήλ, ὃν ἐξελεξάμην, δι' ὧν τὸν χορὸν αὖθις τὸν ἀποστολικὸν ἀνακαλεῖται. οἷς καὶ προσφωνεῖ λέγων· οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας σε καὶ πλάσας σε ἐκ κοιλίας Ἔτι βοηθηθήσῃ, κατὰ δὲ τὸν Σύμμαχον· ἐκ κοιλίας ἔτι βοηθῶν σοι. τί οὖν φησι πρὸς αὐτούς· Μὴ φοβοῦ, παῖς μου Ἰακὼβ καὶ ὁ ἠγαπημένος Ἰσραήλ, ὃν ἐξελεξάμην· ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ, καὶ πῶς διασαφεῖ λέγων· ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου. διὰ γὰρ τοῦ πνεύματος τοῦ ἁγίου τὸ λογικὸν καὶ γόνιμον καὶ πνευματικὸν ὕδωρ τῇ ἀνύδρῳ καὶ ἐρήμῳ χορηγήσειν ἔμελλε. σπέρμα δὲ τῶν ἀποστόλων αἱ ἐκκλησίαι τοῦ θεοῦ καὶ τέκνα αὐτῶν οἱ πανταχοῦ γῆς καὶ ἐν πᾶσι τοῖς ἔθνεσι «διὰ τοῦ πνεύματος τοῦ ἁγίου ἀναγεννηθέντες», οἳ καὶ ἀνατελοῦσί φησιν ὡς ἀνὰ μέσον ὕδατος χόρτος, κατὰ δὲ τὸν Σύμμαχον· καὶ ἀνατελοῦσιν ἀνὰ μέσον χλόης ὡς ἰτέαι ἐπὶ ῥέον ὕδωρ, κατὰ δὲ τὸν Θεοδοτίωνα· ἀνὰ μέσον χλόης ἐπὶ ῥέον ὕδωρ. καὶ ἐνταῦθα δὲ τὴν ἰτέαν παρέλαβε διὰ τὸ ἀειθαλὲς καὶ νεαρὸν τοῦ φυτοῦ εἰς παράστασιν τοῦ πλήθους τῶν λογικῶν ὑδάτων τῶν ἐν τῇ ἐκκλησίᾳ αὐτοῦ ῥευσόντων. Τοσαύτη δέ τις ἔσται τότε προκοπὴ καὶ κατόρθωσις θεοσεβείας τῶν πάλαι τὴν ἄνυδρον καὶ τὴν ἔρημον οἰκούντων ὡς προστρέχειν τῷ θεῷ τοὺς πάντας, εἶθ' ὥσπερ ἐν δρόμῳ προαρπάζειν τὴν τοῦ θεοῦ χάριν καὶ τὸν μὲν λέγειν Τοῦ θεοῦ εἰμι, ἕτερον δὲ ἐπιγράφεσθαι τὸ τοῦ Ἰακὼβ ὄνομα, καίτοι μὴ ὄντα ἐξ αὐτοῦ, ἀπὸ δὲ τῆς ἐρήμου καὶ ἀνύδρου ὁρμώμενον ὅμως ἐπιβοήσεται τὴν προσηγορίαν τοῦ πάλαι χρηματίσαντος λαοῦ τοῦ θεοῦ. διὸ εἴρηται· οὗτος ἐρεῖ Τοῦ θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ἰακώβ, ἢ κατὰ τὸν Σύμμαχον· κληθήσεται τῷ ὀνόματι Ἰακώβ, καὶ ἄλλος ἐπιγράψει τῇ χειρὶ αὐτοῦ λέγων Τοῦ θεοῦ εἰμι, καὶ πάλιν ἕτερος ἐπὶ τῷ ὀνόματι τοῦ Ἰσραὴλ βοήσεται, σεμνύνει ἑαυτὸν λέγων εἶναι Ἰσραήλ. θαυμάσαι δὲ ἔστι καὶ καταπλαγῆναι ἀληθῶς τὴν τῶν προφητικῶν λόγων δύναμιν, ὡς αὐτοῖς ἔργοις τὰ ἀποτελέσματα παρειλήφαμεν. ἐν γοῦν τοῖς καθ' ἡμᾶς αὐτοὺς γενομένοις διωγμοῖς πολλοὺς τῶν ἀλλοφύλων ἐθνῶν ἐθεασάμεθα προαρπάζοντας ἑαυτοῖς τὰς τῶν ἁγίων ἀνδρῶν προσηγορίας, ὧν ὁ μὲν ἑαυτὸν Ἰακὼβ ἐκάλει καὶ ἕτερος Ἰσραήλ, ἄλλος δὲ Ἰερεμίαν καὶ Ἠσαΐαν ἕτερος καὶ ∆ανιὴλ πάλιν ἄλλος·