193
ἐγκαλυπτόμενοι ὡς εἰδότες μέν τι οὐ βούλομαι δὲ λέγειν· οὔτε γὰρ ἠνωτίσασθε οὔτε ἔγνωτε ἀπ' ἀρχῆς τούτων οὐδέν. ἐγὼ δὲ καὶ προεῖπον καὶ προαπήγγειλα διὰ τῶν ἐμαυτοῦ προφητῶν, ἀλλὰ καὶ ἔργοις ἐνεδειξάμην θεϊκῆς δυνάμεως πράξεις, ὧν ὑμεῖς μάρτυρες, οἷς ταῦτα προσδιαλέγομαι, οἳ τὰ Μωσέως λόγια μεμαθηκότες, ὡς ὁμολογεῖν ὑμᾶς κἂν μὴ βούλοισθε μὴ εἶναι πλὴν ἐμοῦ θεὸν ἕτερον. καθ' ὃν γὰρ καιρὸν παρεῖχον ὑμῖν ὁρᾶν «τὰς» τῆς ἐμαυτοῦ θεότητος «ἀρετὰς» τὰς ἐν Αἰγύπτῳ φέρε ἢ τὰς ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης ἢ τὰς ἐπὶ τῆς ἐρήμου, ἐφ' ἧς μυρία θαύματα ἐνεδειξάμην. οὐδεὶς ἦν σὺν ἐμοὶ τούτων οὐδ' ἔτι πρότερον, οὐκ ἀπ' ἀρχῆς φησι, τοῦτ' ἔστι πρὸ τῶν τοῦ κατακλυσμοῦ χρόνων, καθ' οὓς οὐδ' αὐτῶν τῶν ἀψύχων ξοάνων τέκτονες ὑπῆρχον. καὶ τούτων ὑμεῖς μάρτυρες ὡς οὐκ ἦσαν τότε, λέγω δὲ κατὰ τὴν ἀρχὴν τῆς τοῦ θνητοῦ βίου συστάσεως, οἱ πλάσσοντες καὶ γλύφοντες θεοὺς οὔπω γλυπτικῆς οὐδὲ πλαστικῆς τέχνης ἐν ἀνθρώποις εὑρημένης. εἰ δὲ καὶ ὀψέ ποτε ἐν τοῖς μετὰ ταῦτα χρόνοις πλεῖστοί τινες ἀνεφύησαν τοιοῦτοι, ἀλλ' αἰσχυνθήσονται πάντες καὶ παύσονται λοιπὸν τῆς πλάνης ἐρυθριῶντες καὶ ἐγκαλυπτόμενοι· εἰ δὲ ἐπιμένοιεν τῇ ἑαυτῶν πλάνῃ, ἀπωλείᾳ παραδοθήσονται κατὰ τὸν τῆς ἐκδικήσεως καιρόν. τέως δὲ ὑμεῖς ἐπὶ τοῦ παρόντος, πρὸς οὓς ὁ παρὼν λόγος. Τί δή ποτε μὴ λογίζεσθε παρ' ἑαυτοῖς, τίς ἡ φύσις τῶν ἐν ἀψύχοις ἀγάλμασι θεοποιουμένων ὑμῖν; ἄρα γὰρ οὐ πρόχειρον τοῖς πᾶσιν ὁρᾶν ὡς «τεκτόνων» εἶεν ἔργα, σκεπάρνοις καὶ τρυπάνοις καὶ τοιούτοις τισὶν ὀργάνοις ἐσκευωρημένα, πένητος καὶ ἐνδεοῦς ἀνδρὸς ἐπίνοια, ὃς δι' ἔνδειαν τροφῆς ἐνεργείας ἄρτου σχολῆς μηχανὴν πλάνης ἐξεύρετο; τί δὲ μὴ λογίζεσθε, τίς θεοῦ φύσις καὶ εἰ θεὸς τροφῆς δεῖται καὶ εἰ μὴ θυόντων ὑμῶν πεινήσει, ἄρα καὶ ἀσθενήσει μὴ τραφεὶς ὁ θεός, ἢ κατὰ τὸν Σύμμαχον· πεινάσει καὶ ἀσθενήσει καὶ ἀτονήσει καὶ οὐ πίεται ὕδωρ. διὰ τί γάρ φησι μὴ καὶ ὕδωρ πίεται, εἰ ὅλως ἐν χρείᾳ ποτοῦ καθέστηκεν, εἰ δὲ μηδενὸς τούτων ὁμοίως ἀλόγῳ θρέμματι μεθέξει; τί δή ποτε πεπλάνησθε, ὦ μάταιοι, ταῦτα καὶ τὰ τούτοις ἀδελφὰ εἰς ἔλεγχον τῆς τῶν ξοάνων ἀδρανείας; ∆ιελθὼν πρὸς τοὺς εἰδωλολάτρας τοῦ Ἰουδαίων ἔθνους ἐπιλέγει· Μνήσθητι ταῦτα, Ἰακὼβ καὶ Ἰσραήλ, ὡς ἐπιλελησμένων δὲ καὶ δεομένων τῆς τούτων ὑπομνήσεως διὰ παχύτητα λογισμοῦ ταῦτά φησιν. εἶθ' ὑπομιμνῄσκει τὸν Ἰσραὴλ λέγων· ὅτι παῖς μου εἶ σύ· ἔπλασά σε εἰς τὸ εἶναί σε παῖδά μου. διόπερ ὀφείλεις τῆς σαυτοῦ μνημονεύειν ἀξίας καὶ πλάσμα θεοῦ ὢν αὐτὸς μὴ καθύβριζε σεαυτὸν ἄψυχον ὕλην χερσὶ βαναύσων ἀνδρῶν πεπλασμένην σεαυτοῦ προτιμῶν καὶ θεοποιῶν. εἶτα προτρέπων σπεύδειν ἐπὶ μετάνοιαν ἐπαγγέλλεται, εἰ ἐπιστρέψειαν ἄφεσιν αὐτοῖς τῶν προτέρων ἁμαρτημάτων παρέξειν. διό φησιν· ἀπήλειψα, ἀντὶ τοῦ· ἀπαλείψω, ὡς νεφέλην τὰς ἀνομίας σου καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου, καὶ προστίθησιν· ἐπιστράφητι πρός με, καὶ λυτρώσομαί σε ὡς ἀπεστραμμένῳ καὶ τοῖς πολεμίοις ἐκδεδομένῳ. Καὶ τοῦτο φήσας εἶτα προορῶν ὁ προφήτης πολλοὺς ἐξ αὐτῶν ὑπακουσομένους τῷ προφητικῷ λόγῳ ἐνατενίσας τούτοις χαίρειν τοὺς οὐρανούς, λέγω δὲ τὰς οὐρανίους δυνάμεις ἐπὶ τῇ τούτων σωτηρίᾳ, προσφωνεῖ λέγων· εὐφράνθητε, οὐρανοί, ὅτι ἠλέησεν ὁ θεὸς τὸν Ἰσραήλ, ὡς ἂν «χαρᾶς ἐν οὐρανῷ γενησομένης ἐπὶ τοῖς μέλλουσι μετάνοιαν» τῶν προτέρων κακῶν ποιεῖσθαι, ἀλλὰ καὶ σαλπίσατέ φησι τὰ θεμέλια τῆς γῆς, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ἀλαλάξατε τὰ κατώτατα τῆς γῆς· εἰ γάρ τινές εἰσιν αἱ τὴν γῆν αὐτὴν ὑποστηρίζουσαι θεῖαι δυνάμεις, καὶ αὗται ἀλαλαγμὸν καὶ ὕμνον ἀναπεμπέτωσαν τῷ θεῷ. εἰκὸς δὲ θεμέλια γῆς χρηματίζειν τοὺς προφήτας αὐτοὺς καὶ πάντας τοὺς δικαίους καὶ θεοφιλεῖς ἄνδρας· τοῦτο γοῦν ἐδίδασκεν ὁ Ἀπόστολος φήσας· «ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν». ἀλλὰ καὶ τὰ ὄρη βοάτωσάν φησιν εὐφροσύνης ἀφιέντα φωνὰς καὶ οἱ βουνοὶ δὲ καὶ πάντα τὰ ξύλα τὰ ἐν αὐτοῖς ὁμοίως