1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

194

δοξαζέτωσαν τὸν θεὸν ἐπὶ τῇ τῶν εἰρημένων μετανοίᾳ τε καὶ σωτηρίᾳ, ὄρη μὲν τὰς ἐπηρμένας καὶ μετεώρους ψυχὰς αἰνισσόμενος, βουνοὺς δὲ τὰς τούτων μετριωτέρας, ξύλα δὲ τὰς καρποφόρους. ἀλλὰ καὶ ἄλλως δὲ πάντα τὸν κόσμον καὶ τὰ τούτου μέρη τὸν θεὸν ὑμνεῖν προστάττει ἐπιλέγων· ὅτι ἐλυτρώσατο ὁ θεὸς τὸν Ἰακώβ, καὶ Ἰσραὴλ δοξασθήσεται, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· καὶ ἐν τῷ Ἰσραὴλ δοξασθήσεται. ὃ δὴ καὶ αὐτὸ ἔργοις ἐπληροῦτο ἐπὶ τῶν ἐν τῷ προτέρῳ λαῷ ἐκ τῆς τῶν προφητικῶν λόγων διδασκαλίας ὠφελημένων καὶ μεταβαλόντων ἐκ τῆς εἰδωλολάτρου πλάνης ἐπὶ τὴν κατὰ θεὸν εὐσέβειαν. 2.27 Ἔλεγχον εἰδωλολατρίας προεκθέμενος ὁ λόγος διὰ τῶν προκειμένων ὡς ἂν παυσομένης τῆς εἰδωλολατρίας τοῖς ὠφελημένοις ἐκ τῆς προφητικῆς διδασκαλίας ἐπαγγελίας ποιεῖται ἐπανόδου τῆς ἀπὸ Βαβυλῶνος αἰχμαλωσίας· ἐπειδὴ γὰρ εἰδωλολατροῦντες τοῖς Βαβυλωνίοις παρεδόθησαν, αὐτή τε ἡ Ἰερουσαλὴμ πολιορκίαν ὑπέμεινε καὶ παντελῆ καταστροφὴν κατὰ τοὺς Ἀσσυρίων χρόνους διὰ τὰ ἐν αὐτῇ τετολμημένα τοῖς οἰκήτορσι θεσπίζει τοῖς ταῦτα πεπονθόσιν ἐλευθερίαν κακῶν, εἰ παύσαιντο τῆς πλάνης. ἐπληροῦτο δὲ ταῦτα κατὰ τοὺς Κύρου τοῦ πρώτου Περσῶν βασιλεύσαντος χρόνους· διόπερ καὶ αὐτοῦ μέμνηται ὀνομαστὶ τοῦ «Κύρου» σφόδρα θαυμασίως ἐγγύς που διακοσίοις ὕστερον ἔτεσι γενομένου καὶ τῆς αἰχμαλωσίας ἐλευθερώσαντος τὸν Ἰουδαίων λαόν, τόν τε νεὼν προστάξαντος τὸν ἐν τῇ Ἰερουσαλὴμ ἀνεγεῖραι. διόπερ ὡς ἐπὶ τοιαύτῃ ἀγαθῶν ἐπαγγελίᾳ διὰ τῶν ἔμπροσθεν ἐπεφώνει τοῖς οὐρανοῖς καὶ τοῖς θεμελίοις τῆς γῆς, τοῖς τε ὄρεσι καὶ τοῖς βουνοῖς καὶ πᾶσι τοῖς ξύλοις ὑμνεῖν καὶ δοξάζειν τὸν θεόν, οἷς ἀκολούθως καὶ τὰ διὰ τῶν ἐν χερσὶν ἐπιφέρει λέγων· Οὕτως λέγει κύριος ὁ λυτρούμενός σε καὶ πλάσσων σε ἐκ κοιλίας. τίς δέ ἐστιν ὁ πλάσσων ἐκ κοιλίας, διδάξει ἡ τοῦ Ἰερεμίου γραφή, ἐν ᾗ εἴρηται· «καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων· πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε», λόγον κυρίου σαφῶς ὁ προφήτης ὑποστησάμενος τοῦτον εἶναι τὸν τῶν κατὰ γαστρὸς κυουμένων σωμάτων πλάστην διδάσκει. εἶτ' ἐπειδήπερ ἐπάνοδον αὐτοῖς τὴν ἀπὸ τῆς αἰχμαλωσίας ᾐνίττετο, λυτρούμενον αὐτὸν εὐκαίρως ὠνόμασεν. ἐπεὶ δὲ σωματικώτεροι ἦσαν, οἷς ταῦτ' ἐλέγετο, εἰκότως αὐτοὺς ὑπομιμνῄσκει, ὡς ἄρα αὐτὸς εἴη ὁ ἐκ κοιλίας αὐτοὺς πλάσας. καὶ ἐπιλέγει· Ἐγὼ κύριος ὁ συντελῶν πάντα, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ὁ ποιήσας πάντα. καὶ πρῶτον μὲν τὸν οὐρανόν φησι μόνος ἐξέτεινα, ἔπειτα ἐστερέωσα τὴν γῆν· «πάντα» γὰρ «δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». ἐξέτεινε δὲ τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσε τὴν γῆν νεύματι καὶ βουλῇ τοῦ πατρός· «αὐτὸς γὰρ εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν». διὸ ἐν Παροιμίαις εἴρηται ἐξ αὐτοῦ προσώπου· «ἡνίκα ἡτοίμαζε τὸν οὐρανόν, συμπαρήμην αὐτῷ»· «ἑτοιμάζοντι» μὲν γὰρ τῷ πατρὶ διὰ τοῦ βούλεσθαι καὶ διατάττειν «συμπαρῆν», εἰς ἔργα δὲ προάγοντι διηκονεῖτο ἔργοις ἐπιτελῶν τὸ πρὸς τοῦ πατρὸς ὡρισμένα. διό φησιν· ἐξέτεινα τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσα τὴν γῆν. ἡ μὲν οὖν γῆ ναστὴ οὖσα καὶ στερέμνιος, ὡς ἡδράσθαι ἀκινήτως τὸν σύμπαντα αἰῶνα, εἰκότως ἐστερεῶσθαι λέγεται· ὁ δὲ οὐρανὸς ἅτε ἐξηπλωμένος δι' ὅλου ἐκτετάσθαι. διὸ καὶ ἐν ἑτέροις εἴρηται· «ἐκτείνας τὸν οὐρανὸν ὡσεὶ δέρριν». Τίνα δέ ἐστιν ἅπερ ὁ τοσοῦτος διδάσκει κύριος, ἑξῆς ἐπιφέρει λέγων· τίς ἕτερος διασκεδάσει σημεῖα ἐγγαστριμύθων καὶ μαντείας ἀπὸ καρδίας; σημαίνει δὲ ὡς ἔσται τις μετὰ ταῦτα καιρός, ἐν ᾧ πᾶσαι αἱ μαντεῖαι καὶ τὰ χρηστήρια τῶν πάλαι νομιζομένων θεῶν διασκεδασθήσεται τῇ αὐτοῦ δυνάμει. ἀλλὰ καὶ «τοὺς» νομιζομένους «τοῦ αἰῶνος τούτου» φρονίμους ἀποστρέψω φησὶν εἰς τὰ ὀπίσω «μωρὰν» ἀποδεικνὺς «τὴν» νομιζομένην «αὐτῶν σοφίαν». ταῦτα μὲν οὖν οὕτω διαθήσομαι· «τοῦ δὲ ἐμοῦ