1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

195

παιδὸς τοῦ ἀγαπητοῦ καὶ ἐκλεκτοῦ», λέγω δὲ τοῦ Χριστοῦ μου, περὶ οὗ διὰ τῶν ἔμπροσθεν πλεῖστα ὅσα εἴρηται, συστήσω τὰ ῥήματα καὶ τῶν ἀγγέλων δὲ αὐτοῦ, λέγω δὲ τῶν ἀποστόλων καὶ μαθητῶν καὶ εὐαγγελιστῶν, τὴν βουλὴν ἐπαληθεῦσαι ποιήσω. ἐγὼ δὲ τοίνυν ὁ ταῦτα μέλλων ποιεῖν ἐντεῦθεν ἤδη προλέγω καὶ ἐπαγγέλλομαι, ὅτι τὴν Ἰερουσαλὴμ μετὰ τὴν πρώτην καθαίρεσιν τὴν ὑπὸ Βαβυλωνίων γενησομένην ἀνακαινισθῆναι ποιήσω, ὡς καὶ τὰς τῆς Ἰουδαίας πόλεις κατοικηθῆναι καὶ τὰ ἐν αὐταῖς ἔρημα πάλιν «ὡς τὸ ἀπ' ἀρχῆς» συστῆναι. Ἀλλὰ καὶ τὴν πολυπλήθειαν τῆς κακίας ἄβυσσον ὀνομαζομένην ἔρημον καταστήσω καὶ τοὺς ποταμοὺς τῆς πολυπληθείας τῶν πόλεων ἀποξηρανῶ, ὡς μηκέτι τὴν Βαβυλῶνα συστῆναι μήτε τοὺς ποταμοὺς αὐτῆς τοὺς πολλὰ δεδυνημένους ἐν πλήθει ὑποστῆναι. ταῦτα δὲ πάντα ποιήσω διακόνῳ χρησάμενος ἀνδρὶ τοῦ Περσῶν γένους βασιλεύοντι πρώτῳ. εἰ δὲ χρὴ καὶ ἐπ' ὀνόματος προφητεῦσαι τούτου τὴν προσηγορίαν, Κῦρος ὄνομα θεσπιζομένῳ, ὃν προστήσομαι τῶν ἐμῶν λόγων ὑπηρέτην φρόνησιν αὐτῷ δωρησάμενος εὐσεβῆ, ὡς πάντα τὰ καταθύμιά μοι ποιῆσαι καὶ προστάξαι τὴν Ἰερουσαλὴμ οἰκοδομηθῆναι καὶ τὸν νεὼν τὸν ἐν αὐτῇ θεμελιωθῆναι, ἢ κατὰ τὸν Σύμμαχον· ὁ λέγων Κύρῳ Ποιμήν μου καί Πᾶν τὸ θέλημά μου πληρώσει, καὶ λέγων τῇ Ἰερουσαλήμ Οἰκοδομηθήτω, καὶ ὁ ναὸς θεμελιωθήσεται. Ταῦτα γὰρ ἐμοῦ πράξαντος καὶ βουληθέντος ἔργοις ἐπιτελέσει Κῦρος ὁ Περσῶν βασιλεύς, διὸ καὶ χριστὸν αὐτὸν ὠνόμασα ὡς ὑπ' ἐμοῦ προαχθέντα εἰς τὴν βασιλείαν. χριστοὶ γὰρ παρὰ τοῖς Ἑβραίοις πάντες οἱ ὑπὸ τοῦ θεοῦ προαγόμενοι βασιλεῖς ἐχρημάτιζον. ἀγαθὸν δὲ ὑπηρέτην «τῆς ἐμῆς βουλῆς» εὑρὼν τὸν δηλωθέντα «ἄνδρα»· ἐντεῦθεν ἤδη ἐπαγγέλλομαι κρατήσειν αὐτοῦ τῆς δεξιᾶς πρὸς τὸ μὴ παρατρέπεσθαι μηδὲ νικᾶσθαι ὑπό τινος κρείττονος. ὑποτάσσω δὲ αὐτῷ πλεῖστα ὅσα ἐν τοῖς λοιποῖς ἔθνεσι βασιλεύονται· δι' αὐτοῦ δὲ τὴν ἰσχὺν διαρρήξω πάσης τῆς ἐν τοῖς λοιποῖς ἔθνεσι δυναστείας. πάντα δὲ λεῖα καὶ ὁμαλὰ καταστήσας πρὸ τῶν αὐτοῦ ποδῶν, θύρας πόλεων καὶ αὐτὰς ὅλας τὰς πόλεις ὑποχειρίους αὐτῷ παραδώσω ὡς μηδεμίαν ἐναντίαν αὐτῷ γενέσθαι. Ἀκουσάτω δὲ καὶ αὐτὸς ὁ Κῦρος τῆς τούτων προγνώσεως κατηξιωμένος τὰ πρὸς αὐτὸν λεγόμενα. ἴσθι τοίνυν, ὦ οὗτος, ὡς ἐγὼ ἔμπροσθέν σου πορεύσομαι καὶ ὄρη ὁμαλιῶ καὶ θύρας χαλκᾶς συντρίψω καὶ τὰ δυ ..... καὶ ἑτέροις ἄλυτα ὡς ἂν μοχλοῖς σιδηροῖς ἀποκεκλεισμένα, τούς τε εἴσω τούτων τεταμιευμένους θησαυροὺς ἀφανεῖς καὶ ἀοράτους τοῖς προτέροις βασιλεῦσι γενομένους ἀναπετάσω σοι, ὡς ἂν αὐτοῖς ἔργοις γνῷς, ὅστις ποτέ εἰμι ὁ πρὸ τοσούτων ἐτῶν τὴν σὴν προσηγορίαν ταῖς προφητικαῖς γραφαῖς μου ὥσπερ ἐν στήλαις αἰωνίοις ἐγχαράξας. εἰμὶ δὲ ὁ θεὸς Ἰσραήλ, ὃν προσήκει καὶ σὲ μὴ ἀγνοεῖν, ὦ Κῦρε· πάντα γὰρ τὰ προλεχθέντα χαριοῦμαί σοι οὐ διά τι ἕτερον, ἀλλ' ἕνεκεν τοῦ ἐμοῦ «λαοῦ», ὃν ἐμαυτῷ «ἐξελεξάμην ἐξ ἁπάντων τῶν ἐθνῶν» διὰ τὴν πρὸς τοὺς πατέρας αὐτῶν τιμήν. ἤδη γοῦν ἐπ' ὀνόματός σε καλέσας καὶ χριστὸν ἀναγορεύσας προσεδεξάμην σε ὡς ἐμαυτοῦ οἰκεῖον καίπερ μὴ ἐγνωκότα με, ἀλλ' «ἑτέροις θεοῖς», οὓς ἐκ πατέρων παρείληφας, προσανακείμενον καὶ μὴ εἰδότα, ὅτι οὐκ ἔστιν ἕτερος πλὴν ἐμοῦ. πλὴν ἀλλ' εἰ καὶ πρότερον μὴ τοῦτ' ἠπίστασο, νῦν γοῦν μάθε, ἀφ' ὧν διαπράξομαι, δι' ὧν πάντες οἱ τὴν σύμπασαν οἰκουμένην οἰκοῦντες γνώσονται, ὅτι οὐκ ἔστι πλὴν ἐμοῦ θεὸς ἕτερος. ἐξ αὐτῶν γὰρ τοῦτο μαθήσονται τῶν ἔργων· ὅτε γὰρ λυπηρὰ μὲν ἐχρῆν ἐπαγαγεῖν τῷ ἐμῷ λαῷ ἐπὶ ἐπιστροφῇ καὶ παιδείᾳ, τοῖς πολεμίοις αὐτὸν ἐξέδωκα ὥσπερ σκότῳ καὶ ὀργῇ παραδοὺς αὐτὸν τῶν ἀσεβημάτων αὐτοῦ χάριν. ὅτε δὲ λοιπὸν ἐπιστρέψαντα καὶ ὠφελημένον προσήκει ἀναλαβεῖν, ἀκόλουθον ἂν εἴη φῶς εἰρήνης καὶ πάντων τῶν ἀγαθῶν ἀνατελεῖν ἐπ' αὐτόν· ἐξ ἐμοῦ γὰρ καὶ τὸ φῶς χορηγεῖται καὶ τὰ τῆς εἰρήνης πάντα, κρίσει δὲ τῇ ἐμῇ καὶ τὰ