196
τῆς ὀργῆς ἐπάγεται. διόπερ δόγμα παρ' ἐμοῦ τοῦτο μάνθανε· ὡς ἄρα ἐγὼ αὐτὸς καὶ φωτός εἰμι δημιουργὸς καὶ εἰρήνης χορηγός, ὁμοίως δὲ καὶ σκότους καὶ τῶν νομιζομένων λυπηρῶν· ἅπερ κακὰ τοῖς πολλοῖς εἶναι νενόμισται, ὧν ποιητὴς ἂν λεχθείην κρίσει δικαίᾳ τὰ κατάλληλα τοῖς ἀξίοις ἐπάγων. εἷς τοίνυν ἐγὼ θεός, καὶ οὐκ ἔστι πλὴν ἐμοῦ ἕτερος ὁ ποιῶν ταῦτα πάντα, κἂν ἐναντία εἶναι δοκῇ, οὐκ ὄντα τῇ φύσει εἶναι ἐναντία. ἐπεὶ καὶ τὰ νομιζόμενα ὑπ' ἐμοῦ ἐπάγεσθαι κακὰ τὰ μέγιστα συμβάλοιτ' ἂν πρὸς ὠφέλειαν καὶ σωτηρίαν τῶν δι' αὐτῶν σωφρονιζομένων. Ταῦθ' ὥσπερ εὐαγγελισάμενος ὁ λόγος καὶ προθεσπίσας τὴν ἐπάνοδον τοῦ λαοῦ τὴν ἀπὸ τῆς πολεμίας τὴν κατὰ τοὺς χρόνους Κύρου γενομένην αὖθις ταῖς οὐρανίαις δυνάμεσιν ἐπιφωνεῖ λέγων· εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην. ὥσπερ γὰρ ἦν καιρός ποτε, «ὅτε ταῖς νεφέλαις ἐνετειλάμην τοῦ μὴ βρέξαι» εἰς τὸν ἀμπελῶνα «ὑετόν», οὕτω νῦν κατὰ καιρὸν «ταῖς ἐμαῖς νεφέλαις» λογικαῖς οὔσαις προστάσσω μὴ αἰσθητὸν ὕδωρ, ἀλλ' αὐτὴν δικαιοσύνην ἄνωθεν ἐξ ὕψους ἐπιρραίνειν τοῖς τὴν γῆν οἰκοῦσι. καὶ ἡ γῆ δὲ ἡ πάλαι διὰ τὰς ἁμαρτίας τοῦ λαοῦ γενομένη ἔρημος ἀνανεωθεῖσα βλαστησάτω καρποὺς θεοσεβείας ἔλεος καὶ δικαιοσύνην ἐργαζομένη, γῆν δὲ καλῶ τοὺς οἰκήσοντας τὴν γῆν. καὶ ταῦτ' ἔσται φησὶν πάντα, ἐπείπερ ἐγὼ κύριος ὁ κτίσας σε ταῦτα γενέσθαι παρεκελευσάμην· ὡς γὰρ «ἐκ τοῦ μὴ ὄντος» ὑπέστησά σε καὶ παρήγαγον εἰς φῶς μὴ πρότερον ὄντα, οὕτω τῇ δυνάμει τῇ ποιητικῇ καὶ τὰ προλεχθέντα πάντα ἐπὶ πέρας ἄξω ἀνανεῶν σε καὶ ὥσπερ ἐξ ὑπαρχῆς κτίζων σε. διὰ δὴ τούτων ἁπάντων ὁ προφητικὸς τυγχάνει λόγος προτρεπτικὰς ποιῶν τῷ λαῷ παρακλήσεις εἰς ἀποστροφὴν τῆς πολυθέου πλάνης ὁμοῦ καὶ τὴν τῶν μελλόντων πρόγνωσιν εἰδέναι παρέχων τοῖς ἐντυγχάνουσιν. εἰκὸς δὲ ἐκ τῆς παρούσης γραφῆς θάρσος ἀναλαβεῖν τὸν Κῦρον καὶ προθυμότερον γενέσθαι εἰς τὸ πρᾶξαι τὰ διηγορευμένα μεμαθηκότα, οἷα περὶ αὐτοῦ προλαβὼν ὁ θεὸς εἴρηκεν· τοιαύτης γὰρ βίβλου σῳζομένης παρὰ τοῖς ἐν Βαβυλῶνι Ἰουδαίοις οὐδὲν ἦν θαυμαστὸν τὸ καὶ ἐκφῆναι τὴν προφητείαν τῷ βασιλεῖ Κύρῳ ἅπαξ ὁρμήσαντι ἐξ ὑποβολῆς θεοῦ τὰ τῆς εἰς αὐτοὺς ἐνδείξασθαι εὐεργεσίας. μαρτυρεῖ δὲ τῷ λόγῳ τούτῳ ἐν ταῖς Ἱστορίαις ὁ Ἰώσηπος τοῦτον γράφων κατὰ λέξιν τὸν τρόπον· Κῦρος ὁ βασιλεὺς λέγει· «ἐπεί με ὁ θεὸς ὁ μέγιστος τῆς οἰκουμένης ἀπέδειξε βασιλέα, πείθομαι τοῦτον εἶναι ὃν τὸ τῶν Ἰσραηλιτῶν ἔθνος προσκυνεῖ. καὶ γὰρ τοὐμὸν προεῖπεν ὄνομα διὰ τῶν προφητῶν, καὶ ὅτι τὸν ναὸν οἰκοδομήσω τὸν ἐν Ἱεροσολύμοις ἐν τῇ Ἰουδαίᾳ χώρᾳ». ταῦτα δὲ ἔγνω Κῦρος ἀναγινώσκων τὸ βιβλίον, ὃ τῆς αὐτοῦ προφητείας ὁ Ἠσαΐας καταλέλοιπε πρὸ ἐτῶν διακοσίων δέκα. ταῦτα δὲ εἴρηται ἐν τῷ ἑνδεκάτῳ τῆς Ἀρχαιολογίας τόμῳ. 2.28 Ἀντὶ τοῦ· Ποῖον βέλτιον κατεσκεύασα καὶ τῶν ἑξῆς ἀσαφῶς εἰρημένων παρὰ τοῖς Ἑβδομήκοντα, σαφεστέραν διάνοιαν ἐξέδωκεν ὁ Σύμμαχος οὕτως εἰπών· Οὐαὶ ὁ ἀντιλέγων τῷ πλάσαντι αὐτὸν καὶ ὄστρακον σὺν ὀστράκοις τῆς γῆς· μὴ ἐρεῖ πηλὸς τῷ πλάσαντι αὐτόν Τί ποιεῖς; καὶ τῷ ἔργῳ σου Οὔκ εἰσι χεῖρες αὐτῶν; κατὰ δὲ τὸν Ἀκύλαν εἴρηται τοῦτον τὸν τρόπον· Ὠὶ δικαζόμενος σὺν πλάσσοντι αὐτόν, κεράμιον σὺν τέκτοσι χθονός· μήτι ἐρεῖ ὁ πηλὸς τῷ πλάσσοντι αὐτόν Τί ποιήσεις; καὶ κατ' ἔργου σου οὗ Οὔκ εἰσι χεῖρες αὐτῷ; κατὰ δὲ τὸν Θεοδοτίωνα οὕτως ἔχει· Οὐαὶ ὁ κρινόμενος μετὰ τοῦ πλάσσοντος αὐτόν, ἀροτριῶν ἀροτριῶντας τὴν γῆν· μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ Τί ποιεῖς; καὶ τὸ ἔργον σου Οὐκ ἔχεις χεῖρας; καί μοι δοκεῖ διὰ τούτων ὁ λόγος ἐπιτιμᾶν τοῖς μετὰ τὰς τοσαύτας εὐεργεσίας, ἃς κατέλεξε περὶ τῆς ἐπανόδου τῆς αἰχμαλωσίας καὶ περὶ τῆς ἀνοικοδομήσεως τοῦ ἐν τῇ Ἰερουσαλὴμ ναοῦ, μὴ προστρέχουσι τῷ θεῷ μηδ' ὁμολογοῦσιν αὐτὸν εἶναι μόνον τὸν ἐπὶ πάντων θεὸν παιδεύοντα μέν, ὅτε καὶ βούλεται, τὸν ἑαυτοῦ λαόν, ἀναλαμβάνοντα δὲ αὐτὸν πάλιν