197
καὶ εἰς τὴν ἑαυτοῦ χώραν ἐπανάγοντα, ὅτε τοῦτο γενέσθαι κρίνει· ὡς γὰρ πρὸς τοὺς ἀντιλέγοντας τῇ καθ' ὅλου προνοίᾳ τε καὶ διοικήσει φησίν· Οὐαὶ ὁ ἀντιλέγων τῷ πλάσαντι αὐτόν. ὅτε μὲν γὰρ παιδείας καὶ ἐπιστροφῆς χρεία ἦν, καὶ συνέτριψα τὴν Ἰερουσαλὴμ ὡς ὄστρακον καὶ τὸν λαὸν ἐχθροῖς καὶ πολεμίοις παραδέδωκα· ὅτε δὲ πάλιν χρὴ μετὰ τὴν αὐτάρκη παιδείαν τὰ τῆς φιλανθρωπίας ἐνδείξασθαι, τότε βελτίονα τοῦ προτέρου κατεσκεύασα τὸν τότε νεὼν καὶ τὴν πόλιν ὡς πηλὸν κεραμέως μεταβαλὼν καὶ ἀνανεωσάμενος τὰ πάλαι συντετριμμένα. καὶ παρὰ τῷ Ἰερεμίᾳ δὲ τὰ ὅμοια ὧδέ πως λέλεκται· «καὶ κατέβην εἰς τὸν οἶκον τοῦ κεραμέως, καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων· καὶ διέρριψε τὸ ἀγγεῖον, ὃ αὐτὸς ἐποίει ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ πάλιν ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐναντίον αὐτοῦ τοῦ ποιῆσαι. καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων Εἰ καθὼς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς, οἶκος Ἰσραήλ»; καὶ ἐπὶ τοῦ παρόντος τοίνυν φησίν, ὅτι νῦν βέλτιον κατεσκεύασα ὡς πηλὸν κεραμέως τὸν πάλαι συντριβέντα λαόν. ἀντὶ δὲ τοῦ· μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν, ὁ Θεοδοτίων οὕτως ἐξέδωκεν· ὁ ἀροτριῶν τοὺς ἀροτριῶντας τὴν γῆν. αὐτὸς γὰρ ἐγὼ ὁ θεός, ὁ ὥσπερ δι' ἀρότρου τοῦ ἐμοῦ λόγου τοὺς τὴν γῆν οἰκοῦντας ἀνθρώπους γεωργῶν καὶ ἀροτριῶν αὐτὸς κατεσκεύασα ὡς πηλὸν κεραμέως τὸν λαὸν καὶ τὸν νεὼν βέλτιον ἔργον ἀπεργασάμενος τοῦ προτέρου. μήτι οὖν δύναται ὁ πηλὸς διατάττειν τῷ κεραμεῖ ἢ ἀντιλέγειν τῷ πλάστῃ αὐτοῦ ἢ καταμέμφεσθαι αὐτῷ καὶ λέγειν· Τί ποιεῖς ἢ τί οὐκ ἐργάζῃ οὐδὲ ἔχεις χεῖρας; ἀλλ' ὥσπερ οὐκ ἂν εἴποι ταῦτα τῷ κεραμεῖ ὁ πηλός, οὕτως οὐ θέμις τῷ πάντων ποιητῇ καὶ δημιουργῷ θεῷ, παρ' ᾧ πάντες πηλὸς λελογίσμεθα, καταμέμφεσθαι. παιδευέσθω τοιγαροῦν πᾶς ἄνθρωπος ὁ «ἀπὸ γῆς» ληφθεὶς καὶ σῶμα γεῶδες περικείμενος, πηλοῦ τε μηδὲν διαφέρων παραθέσει τοῦ κτίσαντος αὐτόν, μὴ τολμᾶν ταῖς τοῦ θεοῦ διοικήσεσιν ἀντιλέγειν μηδὲ καταμέμφεσθαι τῆς προνοίας τοὺς λόγους· οὐαὶ γὰρ ὁ ἀντιλέγων τῷ πλάσαντι αὐτόν. Ἐξαιρέτως δὲ ὁ τῷ θεῷ ἀνακείμενος λαὸς καὶ πατέρα αὐτὸν ἐπιγραφόμενος φυλαττέσθω τι φθέγγεσθαι προπετῶς· οὐαὶ γὰρ ὁ λέγων τῷ πατρὶ αὐτοῦ Τί γεννήσεις; καὶ τῇ μητρὶ αὐτοῦ Τί ὠδίνεις; κατὰ δὲ τὸν Σύμμαχον· Τί ἐγέννησας καὶ τῇ γυναικί Τί ὠδίνεις; πολλοὶ γάρ εἰσιν οἱ φιλεγκλήμονες αἰτιᾶσθαι εἰωθότες· καὶ τί γὰρ ἀναγκαῖον ἦν τὴν ἀρχὴν εἰς τὸν βίον παρελθεῖν λέγοντες· ∆ιὰ τί δὲ ταῦτα οὕτως γίνεται; Τίς δὲ τῶν τοιούτων ἦν χρεία; ἔδει δὲ οὕτως γεγενῆσθαι, ἀλλὰ τούτοις μὲν ἀπόκειται τό· οὐαί. Ἐπιλέγει δὲ ἑξῆς ὁ αὐτὸς κύριος ὁ ἅγιος τοῦ Ἰσραήλ Ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι, ὡς ἂν συμβουλεύοντές μοι ἤτοι περὶ τῶν ἐμῶν υἱῶν ἢ περὶ τῶν ἔργων τῶν χειρῶν μου, τῆς μὲν νοερᾶς καὶ λογικῆς οὐσίας διὰ τῶν υἱῶν δηλουμένης, τῶν δὲ τοῦ κόσμου μερῶν διὰ τῶν ἔργων τῶν χειρῶν αὐτοῦ παρισταμένων. περὶ ὧν εἴ τις ἂν ἔχοι φησὶ πρὸς ἐπανόρθωσιν λέγειν τι, φερέτω εἰς μέσον καὶ λεγέτω· εἰ δὲ μηδὲν ἔχοι τις διδάσκειν, ἐρωτησάτω εἰ βούλοιτο καὶ πυνθανόμενος λόγον αἰτησάτω παρ' ἐμοῦ περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου, μανθανέτω δέ τίνα τρόπον διέπω καὶ διοικῶ προνοῶν καὶ κηδόμενος τῶν ἐπὶ γῆς ἁπάντων, ἐξαιρέτως δὲ τῶν διὰ τὴν ἐν αὐτοῖς λογικὴν οὐσίαν υἱῶν μου χρηματίσαι ἠξιωμένων τῶν τε ἔργων τῶν χειρῶν μου, ὧν οὐ διαλείπω πρόνοιαν ποιούμενος. περὶ ὧν εἴ τινα ἀγνοεῖτε, μάθετε παρ' ἐμοῦ διὰ τῶν ἐμῶν προφητῶν ἐρωτήσαντες. Ταῦτ' εἰπὼν ἑξῆς ἐπιφέρει διδασκαλίαν εὐσεβῆ τῆς αὐτοῦ παραστατικῆς προνοίας λέγων· ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ' αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην. τίνα οὖν ἔχοιεν ταῦτα μέμψιν; ποῖον δὲ οὐχ ὑπεραίρει κάλλος ἢ ποῖον οὐ καλύπτει μέγεθος; τί δ' οὐχὶ συμβαλεῖται ταῦτα πρός τε τὴν τοῦ παρόντος