198
διακόσμησιν καὶ πρὸς τὸν ἐν ἀνθρώποις βιωφελῆ βίον; γῆν μὲν γὰρ ἐποίησα οὐκ ἔρημον οὐδὲ ἄχρηστον στοιχεῖον, οἰκητήριον δ' ἀνθρώπων. διὸ καὶ τὰ λοιπὰ ζῷά τε καὶ φυτὰ εἰς χρῆσιν καὶ ὑπηρεσίαν ἀνθρώποις παρεσκεύασα, οὐρανόν τε ἐστερέωσα κοσμήσας ἄστροις, οἷς ἐνετειλάμην εὔτακτον καὶ ἐναρμόνιον ποιεῖσθαι τὴν κίνησιν, ὡς τοτὲ μὲν «φαίνειν» τοῖς «ἐπὶ τῆς γῆς», τοτὲ δὲ εἶναι «εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ μῆνας καὶ ἐνιαυτούς». Ἐγὼ τοίνυν ὁ τῶν τοσούτων δημιουργὸς ἔργων μετὰ τῶν ἄλλων καλῶν καὶ τοῦτο διεπραξάμην τοῦ ἐμοῦ λαοῦ χάριν καὶ ἤγειρα μετὰ δικαιοσύνης βασιλέα. τίνα δὲ τοῦτον ἢ ποῖον; ὁ μέν τις ἐρεῖ τὸν τῶν Περσῶν βασιλέα «Κῦρον», οὗ καὶ διὰ τῶν ἔμπροσθεν ἐμνημόνευσεν ὁ λόγος, ὥστε περὶ αὐτοῦ λέγεσθαι τό· καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι, ἢ κατὰ τὸν Σύμμαχον· καὶ πάσας τὰς ὁδοὺς αὐτοῦ εὐθυνῶ. καὶ οὗτος οἰκοδομήσει τὴν πόλιν μου· δυνάμει γὰρ αὐτὸς ἦν ὁ τὴν πόλιν οἰκοδομήσας τὴν Ἰερουσαλὴμ διὰ τοῦ συγχωρῆσαι τοῖς ἐθέλουσιν ἀνιέναι ἀπὸ τῆς Βαβυλῶνος καὶ ἀνεγείρειν τὸν τόπον, ἀλλὰ καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μού φησιν ἐπιστρέψει οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, εἶπε κύριος ὁ θεός, ὃ καὶ αὐτὸ ἐπλήρου κατὰ τὴν ἱστορίαν ὁ δηλωθεὶς Περσῶν βασιλεύς. ἄλλος δ' ἂν εἴποι ταῦτα λέγεσθαι περὶ τοῦ Ζοροβάβελ, ὃς ἀπὸ τοῦ βασιλικοῦ γένους ὁρμώμενος ἐκ φυλῆς Ἰούδα καὶ τῆς τοῦ ∆αυὶδ διαδοχῆς καθηγήσατο μὲν τῆς ἀπὸ Βαβυλῶνος ἐπανόδου τῶν ἐπανελθόντων εἰς τὴν Ἰουδαίαν, ᾠκοδόμησε δὲ τὸν νεὼν προφητευόντων Ἁγγαίου καὶ Ζαχαρίου, ὡς περὶ αὐτοῦ λελέχθαι τό· «αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν». ἕτερος δέ τις παρὰ τούτους ἀνοίσει τὰ προκείμενα ἐπὶ τὸν Χριστὸν τοῦ θεοῦ, «ὃν ὁ πατὴρ ἤγειρεν ἐκ νεκρῶν» «λύσας τὰς ὠδῖνας τοῦ θανάτου», κατέστησέ τε μετὰ δικαιοσύνης βασιλέα, ὥστε αὐτὸν ἐπαληθεύοντα λέγειν· «ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ». μόνου δὲ τοῦ Χριστοῦ πᾶσαι ἀληθῶς αἱ ὁδοὶ ἦσαν εὐθεῖαι, καὶ αὐτὸς ᾠκοδόμησε τὴν ἀληθινὴν πόλιν τοῦ θεοῦ, καθ' ἣν πεποίηται ἐπαγγελίαν εἰπών· «ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς». πόλις γὰρ ὡς ἀληθῶς αὕτη «ἐκ λίθων» συνεστῶσα «ζώντων» τυγχάνει πόλις θεοῦ ἀκαθαίρετος «ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν» διήκουσα καὶ πληροῦσα πάντα τὰ ἔθνη διὰ τοῦ θεοσεβοῦς πολιτεύματος, ἀλλὰ καὶ τὴν τῶν ψυχῶν αἰχμαλωσίαν μόνος ὁ Χριστὸς τοῦ θεοῦ ὑπέστρεψε τῆς δαιμονικῆς πλάνης ἐλευθερώσας αὐτὰς καὶ δουλείας. καὶ τοῦτ' ἔπραξεν οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, ὃ δὴ διδάσκει ὁ Ἀπόστολος εἰπών· «χάριτί ἐσμεν σεσῳσμένοι». καὶ εἴποι δ' ἄν τις τὰ κατὰ τὸν Ζοροβάβελ ἢ κατὰ τὸν Κῦρον ἱστορικῶς γενόμενα εἰκόνας καὶ σύμβολα περιέχειν τῶν ἀληθῶν, τὰ δὲ κατὰ τὸν ἀληθῆ κύριον καὶ τὸν ἀληθῆ Χριστὸν τοῦ θεοῦ πνευματικῶς πεπληρῶσθαι ὡς ἐπ' αὐτοῦ μᾶλλον ἀληθεύειν τὸν λόγον τὸν φήσαντα· «τάδε λέγει κύριος τῷ χριστῷ μου Κύρῳ». κατὰ γὰρ τὸν πρόχειρον λέξιν οὔτε Χριστὸς ὢν τοῦ θεοῦ ὁ Περσῶν βασιλεὺς φαίνεται οἰκοδομήσας τὴν Ἰερουσαλήμ, ἀλλ' οὐδ' ὅλως κατὰ τὴν αὐτοῦ ζωὴν προὔκοψε τῆς οἰκοδομῆς τὸ ἔργον· μόνον γὰρ ἤρξαντο τῶν θεμελίων κατὰ τοὺς αὐτοῦ χρόνους, εἶτ' ἐπισχεθέντος τοῦ ἔργου διέμεινεν ἔρημος ὁ τόπος μέχρι τῆς ∆αρείου βασιλείας. καὶ τὰ ἑξῆς δὲ ἐπιλεγόμενα μᾶλλον τῷ Χριστῷ τοῦ θεοῦ ἢ τῷ τῶν Περσῶν βασιλεῖ ἐφαρμόσειεν ἂν καὶ μᾶλλον τῷ ἡμετέρῳ σωτῆρι ἢ τῷ Ζοροβάβελ. Οὕτως γάρ φησι λέγει κύριος σαβαώθ Ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις. Αἴγυπτον δέ φησι κεκοπιακέναι διὰ τῆς εἰδωλολάτρου πλάνης, ὁπηνίκα τῷ διαβόλῳ καὶ τοῖς περὶ αὐτὸν δαίμοσι πονηροῖς