199
καταδεδούλωτο· πλὴν ἀλλ' ὅμως διαναπαύεσθαι τοῦ κόπου τὴν Αἴγυπτον ἐπαγγέλλεται δι' αὐτῆς πᾶν τὸ τῶν εἰδωλολατρῶν γένος αἰνιττόμενος. καὶ ἡ ἐμπορία δέ φησιν Αἰθιόπων καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ τὸν προφητευόμενον βασιλέα διαβήσονται καὶ σοὶ ἔσονται δοῦλοι, δι' ὧν σημαίνειν ἔοικε βάρβαρά τινα καὶ ἀνήμερα καὶ ἐν τοῖς ἐξωτάτω τῆς γῆς οἰκοῦντα ἔθνη, ἃ δὴ δουλεύσειν τῷ Χριστῷ θεσπίζει. διὸ ἐπιλέγει· ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις καὶ προσκυνήσουσί σοι. Σαβὰ δὲ ἔθνος ἐστὶν Αἰθιοπικόν, ὅθεν «βασίλισσα Σαβὰ» παραγέγονε «τῆς σοφίας Σολομῶντος ἀκουσομένη». ἀλλὰ καὶ τούτοις τέλος ἀγαθὸν ὑπισχνεῖται τὸ προσκυνήσειν τῷ προφητευομένῳ καὶ τὸ προσεύξασθαι ἐν αὐτῷ, ἐπειδήπερ ὁ θεὸς ἐν αὐτῷ ἦν καὶ διὰ τὸν ἐνοικοῦντα ἐν αὐτῷ θεὸν καὶ αὐτὸς θεὸς ἦν. οὐκ ᾔδεισαν δὲ τοῦτο πάλαι πρότερον οἱ προσκυνοῦντες αὐτόν, ὅμως δὲ γνόντες τὰ μεγάλα ὤναντο. αὐτὸς δὲ ἦν καὶ τοῦ Ἰσραὴλ σωτήρ, διὸ καὶ τὸ Ἰησοῦς ὄνομα εἰς τὸν σωτῆρα μεταλαμβάνεται. ἐπειδὰν οὖν αἱ τῶν εἰδωλολατρῶν ψυχαὶ καὶ αἱ τῶν ἀνημέρων καὶ βαρβάρων ἀνδρῶν καταδουλωθεῖσαι τῷ Χριστῷ τοῦ θεοῦ προσκυνήσωσιν αὐτῷ καὶ αὐτῷ προσεκύνησαν γνοῦσαι αὐτὸν εἶναι θεὸν διὰ τὸν ἐν αὐτῷ κατοικοῦντα. τὸ τηνικαῦτα αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ καὶ πορεύσονται ἐν αἰσχύνῃ. ὅπως δὲ κατῃσχύνθησαν καὶ ἐνετράπησαν πάντες οἱ κατὰ καιροὺς ἀντικείμενοι γενόμενοι τῷ Χριστῷ, αὐτοί τε οἱ ἐκ περιτομῆς καὶ τῶν ἐθνῶν πάντες οἱ τοὺς κατὰ τῆς αὐτοῦ ἐκκλησίας διωγμοὺς ἐξάψαντες, παντὸς λόγου μᾶλλον ἡ διὰ τῶν ἔργων μαρτυρία παρίστησιν. ἀντὶ δὲ τοῦ· ὅτι ἐν σοὶ ὁ θεός ἐστι, καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ, κατὰ τὸν Θεοδοτίωνα τοῦτον ἔχει τὸν τρόπον· πλὴν ἐν σοὶ ἰσχυρός, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ· τοῦ γὰρ ἐν σοὶ κατοικοῦντος θεοῦ ἕτερος οὐκ ἔστι. πάλιν ἀντὶ τοῦ· σὺ γὰρ εἶ θεός, καὶ οὐκ ᾔδειμεν, ὁ μὲν Σύμμαχος· ὄντως φησὶ σὺ θεὸς κρυφαῖος, ὁ δὲ Ἀκύλας· ἄρα σὺ ἰσχυρὸς ἀποκρυπτόμενος, ὁ δὲ Θεοδοτίων· διὰ τοῦτο σὺ ἰσχυρὸς κρυφαῖος, τὸ ἀπόρρητον τῆς τοῦ Χριστοῦ θεολογίας διὰ τοῦ κρυφαῖον θεὸν αὐτὸν ὀνομάσαι δηλώσας. τούτοις ἑξῆς ἐπιφέρει· ἐγκαινίζεσθε πρός με, νῆσοι. Ἰσραὴλ σῴζεται ὑπὸ κυρίου σωτηρίαν αἰώνιον· οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος. καὶ ταῦτα δὲ ἀκολούθως συνῆπται περὶ τῶν ἀποστόλων καὶ μαθητῶν καὶ εὐαγγελιστῶν τοῦ σωτῆρος ἡμῶν· αὐτοὶ γὰρ ἦσαν ὁ σῳζόμενος Ἰσραήλ, καὶ δι' αὐτῶν ἀνεκαινίσθησαν αἱ πολλάκις διὰ τῶν ἔμπροσθεν δηλωθεῖσαι νῆσοι. αὗται δὲ ἦσαν αἱ ἐκκλησίαι τοῦ θεοῦ ὡς ὑπὸ θαλάσσης κυκλούμεναι ὑπὸ τῆς τοῦ βίου κακίας. ταύτας οὖν φησιν ἐγκαινίζεσθαι καὶ πρὸς αὐτὸν ἐπιστρέφειν διὰ τῆς τῶν ἀποστόλων αὐτοῦ κλήσεως, οἵτινες ἦσαν Ἰσραὴλ σῳζόμενος ὑπὸ κυρίου σωτηρίαν αἰώνιον, οἷς καὶ τό· οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος, ἐναργῶς ἥρμοττε μαρτυροῦντος τοῦ δι' αὐτῶν καθ' ὅλης τῆς οἰκουμένης ἐπιτελεσθέντος ἔργου διὰ τῶν ἐκκλησιῶν τοῦ θεοῦ. 2.29 Θέα δέ μοι διὰ τούτων ὅπως μεγάλως τετίμηται παρὰ τῷ πάντων ποιητῇ θεῷ τὸ τῶν ἀνθρώπων γένος. διὸ καὶ τῆς κλήσεως αὐτὸς τῆς σωτηρίου κατηξίωσε καὶ πάντων τῶν διὰ τῆς παρούσης προφητείας ἐπηγγελμένων· ὥσπερ γὰρ τὸν οὐρανὸν εἰς διατριβὴν ἀγγέλων καὶ πνευμάτων ἁγίων ἀναγκαίως ὑπεστησάμην εἰς σύστασίν τε καὶ εἰς κόσμον τοῦ παντός, τὸν αὐτὸν τρόπον καὶ τὸ τῆς γῆς στοιχεῖον οὐκ εἰς ἀργὸν οὐδὲ εἰς ἄχρηστον κατεσκεύασα· οἰκητήριον δὲ αὐτὸ καὶ διατριβὴν τῶν ἐν αὐτῷ λογικῶς πολιτευομένων εἰργασάμην, οἳ καὶ θεὸν εἰδέναι καὶ θεοσεβῶς βιοῦν οἷοί τε ἦσαν, ἅτε «κατ' εἰκόνα θεοῦ» πεποιημένοι. ὅπερ δ' οὖν ἐν οὐρανῷ «ἄγγελοι λειτουργοὶ θεοῦ», τοῦτ' ἐπὶ γῆς ἄνδρες τῷ θεῷ μεμελημένοι. ἐπεὶ τοίνυν τοσαύτης ἠξίωται παρ' ἐμοὶ τιμῆς τὸ τῶν ἀνθρώπων γένος ὡς δι' αὐτοὺς τὴν σύμπασαν γῆν ὑποστήσασθαι, εἰκότως τὸ κήρυγμα τὸ εὐαγγελικὸν προφανῶς πᾶσιν