200
ἀνθρώποις ἀνεκήρυξα, ὅπως μὴ μόνοι Ἰουδαῖοι, ἀλλὰ καὶ πάντα τὰ ἐπὶ γῆς ἔθνη τῆς παρ' ἐμοῦ τύχοιεν σωτηρίας. διὸ ἐπιλέγει· Ἐγώ εἰμι κύριος, καὶ οὐκ ἔστιν ἔτι. οὐκ ἐν κρυφῇ λελάληκα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ· ἐπεὶ γὰρ «πᾶσα ἡ γῆ καὶ οἱ ἐν αὐτῇ» πάντες ἄνθρωποι «ἐμοί εἰσι», διὰ τοῦτό φησι τοὺς ἐμαυτοῦ λόγους οὐκ εἴασα κρύπτεσθαι οὐδ' ὥσπερ ἐν σκότῳ λανθάνειν, εἰς φανερὸν δ' ἀγαγὼν πᾶσιν ἥπλωσα «ὡς πᾶσιν ἔθνεσι κηρυχθῆναι τὸ σωτήριον εὐαγγέλιον». διὸ «εἰς πᾶσαν τὴν γῆν ὁ φθόγγος ἐξῆλθε» τῶν ἐμῶν ἀποστόλων «καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν». σφόδρα δὲ ἀκολούθως συμβάλλεται ταῦτα τῷ· «ἐγκαινίζεσθε πρός με, νῆσοι. Ἰσραὴλ σῴζεται ὑπὸ κυρίου σωτηρίαν αἰώνιον· οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος». δι' ὧν ὁ λόγος τῶν ἐκκλησιῶν τοῦ θεοῦ καὶ τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν μνημονεύσας ἀκολούθως ἐπήγαγε τό· οὐκ ἐν κρυφῇ λελάληκα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ, καὶ κατὰ τὸν Σύμμαχον δὲ εἴρηται· οὐ κρυφῇ ἐλάλησα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ. ἄντικρυς δὲ ταῦτα μόνῳ τῷ εὐαγγελικῷ ἁρμόζοιεν ἂν κηρύγματι· τὰ γὰρ Μωσέως λόγια εἴ τις ἐξετάζειν ἐθέλοι, εὕροι ἂν αὐτὰ κρυφῇ λελαλημένα, γλώσσῃ δὲ Ἑβραΐδι, χαρακτῆρσι δὲ ἰδιάζουσι καὶ μὴ γνωριζομένοις παρὰ πᾶσιν. ἀλλὰ καὶ εἴ τις ἐννοήσειε τὸ «ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ» ὁ Μωσέως ἐξεδόθη νόμος, εὕροι ἂν αὐτὸν ἐν τόπῳ γῆς σκοτεινῷ λελαλημένον. οὐ μὴν ὁμοίως καὶ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· «εἰς πᾶσαν» γοῦν «τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος» τῶν ἀποστόλων αὐτοῦ «καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν». παντοίᾳ δὲ γλώττῃ καὶ πάσῃ φωνῇ, χαρακτῆρσί τε τοῖς καθ' ἕκαστον ἔθνος παραδέδοται εἰς ἐξάκουστον πᾶσι τοῖς ἔθνεσι. διὸ εἴπερ τι ἄλλο καὶ τοῦτο θαυμαστῶς καὶ εὐκαίρως ἀναπεφώνηται, λέγω δέ· οὐκ ἐν κρυφῇ λελάληκα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ. τούτοις ἑξῆς ἐπιλέγει· οὐκ εἶπον τῷ σπέρματι Ἰακώβ Μάταιον ζητήσατε, κατὰ δὲ τὸν Σύμμαχον· οὐκ εἶπον τῷ σπέρματι Ἰακώβ Ματαίως ζητήσατέ με, ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Θεοδοτίωνα· οὐκ εἶπον τῷ σπέρματι Ἰακώβ Κενῶς ζητήσατέ με. πρώτους μὲν γάρ φησιν ἐκείνους ἀνεκαλεσάμην διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος καὶ πρώτοις αὐτοῖς τὴν βασιλείαν τῶν οὐρανῶν ἐπηγγειλάμην ὥσπερ μισθοὺς τῆς εἰς ἐμὲ πίστεως αὐτοῖς ὑπισχνούμενος πρὸς τὸ μὴ νομίσαι αὐτοὺς ματαίως θεοσεβεῖν. διὸ καὶ ζωὴν αἰώνιον ἐπηγγειλάμην καὶ ἀγαθά, «ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη». ἐπεὶ δὲ θεός εἰμι λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν, κατὰ τὸν τῆς δικαιοσύνης λόγον μετ' ἐκείνους πάντας ἀνθρώπους πρὸς ἐμαυτὸν ἀνεκαλεσάμην. Ἐντεῦθεν ἤδη τοῖς πᾶσι κηρύττω λέγων· συνάχθητε καὶ ἥκετε, βουλεύσασθε ἅμα, οἱ σῳζόμενοι ἀπὸ τῶν ἐθνῶν. ἀντὶ δὲ τοῦ· βουλεύσασθε ἅμα, ὁ Σύμμαχος· προσεγγίσατέ μοι οἱ διαπεφευγότες τῶν ἐθνῶν. ὁρᾷς ὅπως τοὺς ἀπὸ τῶν ἐθνῶν βουλομένους σῴζεσθαι προσκαλεῖται. ἐπειδὴ δὲ μὴ ὑπακούειν ἔμελλον τῷ κηρύγματι μηδὲ ὑποδέχεσθαι τῆς κλήσεως τὴν χάριν, ἐναπομένειν δὲ τῇ ἑαυτῶν ἀθέῳ πλάνῃ, ἀκολούθως καὶ τὴν περὶ τούτων ἐπισυνάπτει μνήμην λέγων· οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν καὶ προσευχόμενοι πρὸς θεούς, οἳ οὐ σῴζουσιν αὐτούς. εἰ δ' ἔχοιέν τι ὑπὲρ τῶν οἰκείων θεῶν λέγειν, προσίτωσάν μοι καὶ ἐγγισάτωσάν μοι· «γνώσονται» γὰρ ἐγγὺς γενόμενοι «τὸν ἀληθινὸν θεόν», οὗ μέγα δεῖγμα τῆς θεότητος τοῦ προφητεῦσαι ταῦτα διὰ τῶν ἐμῶν προφητῶν καὶ τὸ ἀπ' ἀρχῆς ἀπαγγεῖλαι ταῦτα εἰς τὰς ἀκοὰς ὑμῶν. διό φησι· τίς ἀκουστὰ ἐποίησε ταῦτα ἀπ' ἀρχῆς; τότε ἀνηγγέλη ὑμῖν. ἀνθ' οὗ ὁ Σύμμαχός φησιν· ἐκ πρώτης τότε εἶπον αὐτά. εἰ γάρ τινα οἴεσθε εἶναι θεόν, εἴπατε τίς ἕτερος θεὸς ταῦτα γνοὺς προεῖπε; τίς δὲ προαπήγγειλε τὰ γενησόμενα; ἀλλ' οὐδεὶς ἕτερος ἔγνω οὐδεὶς προεῖπεν, ἐπεὶ μηδὲ ἦν ἄλλος θεός, μόνος δὲ ἐγὼ ταῦτα ἐθέσπισα. διό φημι· Ἐγὼ κύριος ὁ θεός, καὶ οὐκ