1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

201

ἔστιν ἄλλος πλὴν ἐμοῦ. ἐθέσπισα δὲ καὶ προεῖπον, ἐπεὶ δίκαιός εἰμι καὶ σωτήρ, διόπερ κατὰ τὸν τοῦ δικαίου λόγον πάντα τὰ ἔθνη καλῶ εἰς τὴν παρ' ἐμοὶ σωτηρίαν. Οἷς ἀκολούθως ἐπιλέγει· ἐπιστράφητε ἐπ' ἐμὲ καὶ σωθήσεσθε, οἱ ἀπ' ἐσχάτου τῆς γῆς, ἢ κατὰ τὸν Σύμμαχον· τράπητε πρός με καὶ σώθητε πάντα τὰ πέρατα τῆς γῆς. ὁρᾷς ὅπως καθολικὸν κήρυγμα πᾶσι τοῖς ἔθνεσι καταγγέλλει. καὶ προστίθησιν· ἐγώ εἰμι ὁ θεός, καὶ οὐκ ἔστιν ἄλλος. κατ' ἐμαυτοῦ ὀμνύω Εἰ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη. καὶ πάλιν τὴν δικαιοσύνην προΐσχετε «μεθ' ὅρκου» παραλήψεως «εἰς βεβαίωσιν» «τῆς ἐπαγγελίας», «ἵνα διὰ δύο» φησὶν ὁ θεῖος Ἀπόστολος «πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι θεόν, ἰσχυρὰν παράκλησιν σχῶμεν». διὰ δὲ τῆς δικαιοσύνης τῆς παρ' αὐτοῦ πᾶσιν ἀνθρώποις ἐπαγγέλλεται σωτηρίαν. καὶ οἱ λόγοι δέ μού φησιν οὗτοι οὐκ ἀποστραφήσονται· ποῖοι δὲ λόγοι ἢ δι' ὧν ἔλεγεν· ἐπιστράφητε ἐπ' ἐμὲ καὶ σωθήσεσθε, οἱ ἀπ' ἐσχάτου τῆς γῆς; καὶ ἐπιφέρει· ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ ἐξομολογήσεται πᾶσα γλῶσσα τῷ θεῷ, ἤ· καὶ ὀμεῖται κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς πᾶσα γλῶσσα τῷ θεῷ. θεσπίζει δὲ καὶ διὰ τούτων, ὅτι αὐτῷ κάμψει πᾶν γόνυ, οὐχὶ τὸ Ἰουδαίων μόνον, ἀλλὰ καὶ τῶν λοιπῶν ἐθνῶν, οὗ μακαριώτερον οὐδὲν ἂν γένοιτο. καὶ ταύτης δὲ τῆς προφητείας τὸ ἀποτέλεσμα ἐπληροῦτο τῇ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίᾳ, μεθ' ἣν ἐν τῇ ἐκκλησίᾳ αὐτοῦ τῇ καθ' ὅλης τῆς οἰκουμένης πάντες συγκροτούμενοι λαοὶ γόνυ κλίνειν τῷ θεῷ ἐν ταῖς προσευχαῖς ἐδιδάχθησαν, καίτοι Ἰουδαίων τοῦτο ποιεῖν οὐκ εἰδότων. διὸ λέλεκται· ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ· οὐκέτι γὰρ θεοῖς ἑτέροις οὐδὲ τῇ πλάνῃ τῆς εἰδωλολατρίας, ἀλλ' ἐμοὶ κάμψει πᾶν γόνυ φησὶ τῷ ταῦτα προαγορεύοντι θεῷ καὶ ἐμοὶ ὀμεῖται πᾶσα γλῶσσα. ὅπερ καὶ ἀκόλουθον ἦν· οἱ γὰρ ἐμὲ τὸν θεὸν ἐπιγνόντες ἐν πᾶσι τοῖς ἔθνεσι διὰ παντοίας γλώσσης καὶ ὁμιλίας, «βαρβάρου τε καὶ Ἑλληνικῆς», «ἐν τοῖς ὅρκοις» ἐμὲ μάρτυρα «παραλήψονται βεβαιοῦντες τὰς ἑαυτῶν πίστεις». Οἱ δ' αὐτοὶ οὗτοι ἐροῦσι ∆ικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξει, ἢ κατὰ τὸν Σύμμαχον· δικαιοσύνη καὶ ἰσχὺς εἰς αὐτὸν ἐλεύσεται. πᾶσαι αἱ ἐν ἀνθρώποις ἀρεταὶ τέλος αὐτὸν ἕξουσι καὶ πᾶσα ἰσχὺς ἀνθρώπων τῶν ὑπὲρ θεοσεβείας ἀγωνισαμένων πρὸς αὐτὸν ἐλεύσεται καὶ τὸν τῶν καμάτων καρπὸν τήν τε ἀμοιβὴν τῆς ἀρετῆς λήψονται, οἱ δὲ διορίζοντες ἑαυτοὺς ἀπ' αὐτοῦ αἰσχυνθήσονται. διὸ καὶ ἐν ἑτέροις λέλεκται· «αἰσχυνθήσονται πάντες οἱ προσκυνοῦντες γλυπτοῖς οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν». πότε δὲ οὗτοι αἰσχυνθήσονται ἢ ὅταν πᾶν γόνυ κάμψῃ τῷ θεῷ καὶ ἐξομολογήσηται αὐτῷ πᾶσα γλῶσσα. Ἑξῆς τούτοις λέγεται· δικαιωθήσονται καὶ ἐν τῷ θεῷ ἐνδοξασθήσονται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ. καὶ θέα τὴν ἀκρίβειαν τοῦ λόγου· οὐ γὰρ τὸν Ἰσραὴλ εἶπεν οὐδὲ τὸ σπέρμα Ἰσραήλ, ἀλλὰ τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ. υἱοὶ δὲ Ἰσραὴλ ἐτύγχανον οἱ πρῶτοι κήρυκες τοῦ σωτηρίου εὐαγγελίου, ὧν τὸ σπέρμα καὶ τὴν διαδοχὴν δικαιωθήσεσθαι καὶ δοξασθήσεσθαι εἴρηται. καὶ ἐν ἀρχῇ δὲ τῆς προφητείας περὶ τῶν αὐτῶν εἴρητο· «εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν». 2.30 Περιγράψασα ἡ προφητεία τὰ περὶ τῆς ἐπιστροφῆς τῶν ἐθνῶν καὶ τὰ περὶ τῆς ἐκλογῆς τοῦ σπέρματος τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέφει πάλιν πρὸς Ἰουδαίους τὸν λόγον καὶ τὴν τῆς εἰδωλολατρίας παντελῆ κατάλυσιν σημαίνει λέγουσα· Ἔπεσε Βήλ, συνετρίβη ∆αγών, ἐγένετο τὰ γλυπτὰ αὐτῶν εἰς θηρία καὶ κτήνη. Βὴλ δὲ εἴδωλον ἦν, ὅπερ Ἕλληνες καλοῦσιν ἤλ, ἑρμηνεύοντες αὐτὸν εἶναι τὸν παρ' αὐτοῖς καλούμενον Κρόνον, περὶ ὃν οὕτως ἦσαν οἱ παλαιοὶ ἐπτοημένοι ὡς κατασφάττειν αὐτῷ τὰ ἑαυτῶν φίλτατα καὶ ἄλλας μυρίας ἀνθρωποθυσίας αὐτῷ κατὰ πάντα τόπον προσφέρειν. ∆αγὼν δὲ καὶ αὐτὸ ξόανον ἦν τῶν ἀλλοφύλων τῶν τὴν Ἀσκάλωνα καὶ τὴν Γάζαν οἰκούντων. καὶ δὴ μερικῶς