1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

202

τούτων μνημονεύσας ὁ λόγος ἑξῆς καθολικώτερον περὶ πάντων τῶν ἁπανταχοῦ θεοποιουμένων ἐπιφέρει· ἐγένετο τὰ γλυπτὰ αὐτῶν εἰς θηρία καὶ κτήνη. καὶ ταῦτα δέ ἐστι καθ' ὅλης συνιδεῖν τῆς Αἰγύπτου, ἔνθα πᾶν θηρίων καὶ κτηνῶν γένος σέβειν ὡς θεοὺς εἰώθασι. κατὰ δὲ τὸν Σύμμαχον· ἐγένετο τὰ εἴδωλα αὐτῶν ζῴοις ἔκδοτα, ἅτε δὴ ἀπορριφέντα καὶ εἰς παντελῆ καταστάντα ἐρημίαν. τούτοις ἑξῆς εἴρηται· αἴρετε αὐτὰ καταδεδεμένα ὡς φορτίον κοπιῶντι, κατὰ δὲ τὸν Σύμμαχον· καὶ κτήνεσιν βαστάγμασιν ὑμῶν γόμοι ἄρσεως εἰς ἔκλυσιν. ἐβαρήθησαν, ὑπερεταλάντησαν ὁμοῦ, οὐκ ἐδυνήθησαν ἐπισῶσαι τὸν βασταγμόν. ταῦτα δὲ καὶ αὐτοῖς ἔργοις καθ' ἡμᾶς ἐπληροῦτο πρὸς λέξιν, καὶ κατὰ διάνοιαν δὲ βαρὺ καὶ δυσβάστακτον καὶ διαβολικὸν φορτίον ταῖς τῶν ἀνθρώπων ψυχαῖς τῆς εἰδωλολάτρου πλάνης ἐπέκειτο πάλαι. διὸ λέλεκται· ὥσπερ πεινῶντι καὶ μηκέτι ἔχοντι ἰσχὺν ἀλλ' ἐκλελυμένῳ ἀπὸ ἀτροφίας ἐπιθείη τις φορτίον, οὕτω βαρύτατα εἶναι τὰ δαιμονικὰ βάρη τοῖς δεδουλωμένοις αὐτῶν τῇ πλάνῃ ἀσώτοις τισὶ καὶ μὴ οἵοις τε σωθῆναι ἀπὸ τοῦ καταλαβόντος αὐτῶν τὰς ψυχὰς πολέμου, ἐν ᾧ δίκην αἰχμαλώτων κλοιοῖς καὶ δεσμοῖς διαβολικοῖς περιβληθέντες ἀπήχθησαν. διό φησιν· οἳ οὐ δυνήσονται σωθῆναι ἀπὸ πολέμου, αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν. Ταῦτα τὸ Ἰουδαίων ἔθνος διδάσκων ὁ λόγος εἰς ἀποτροπὴν τῆς συνεχούσης αὐτοὺς εἰδωλολατρίας εἰς αὐτῶν πρόσωπον ἑξῆς προσφωνεῖ λέγων· Ἀκούσατέ μου, οἶκος τοῦ Ἰακὼβ καὶ πᾶν τὸ κατάλοιπον τοῦ Ἰσραήλ,ἀλλ' οὔτε Ἰακὼβ αὐτοὺς καλεῖ οὔτε Ἰσραὴλ ὀνομάζει, οἶκον δὲ αὐτὸν μόνον τοῦ Ἰακὼβ διὰ τὴν κατὰ σάρκα οἰκειότητα καὶ κατάλοιπον ὡσανεὶ περίττευμα καὶ τρύγα τοῦ Ἰσραήλ. εἶτ' ὀνειδίζει αὐτοὺς τὴν ἐξ ἁπαλῶν ὀνύχων μελέτησιν καὶ ἐκμάθησιν τῶν θείων ἀναγνωσμάτων, ἃ δὴ μανθάνοντες ἐκ παιδίου καὶ εἰς γῆρας «εἰς κενὸν ἐμελέτησαν», ὡς διὰ τοῦτ' εἰρῆσθαι τό· «καὶ λαοὶ ἐμελέτησαν κενά». δεῖγμα δὲ μέγιστον τοῦ «εἰς κενὸν καὶ μάταιον» τὴν τῶν θείων γραφῶν μελέτην αὐτοὺς πεποιῆσθαι τὸ εἰσέτι τότε εἰδωλολατρεῖν καὶ δεῖσθαι λόγων προφητικῶν εἰς ἔλεγχον καὶ ἀποτροπὴν τῆς πλάνης. ἀλλ' εἰ καὶ ὑμεῖς φησι τοιοῦτοι, ἐγὼ θεὸς ὢν ὁ αὐτὸς ἐμαυτῷ ἔσομαι καὶ οὐ παύσομαι εἰσφερόμενος σπουδὴν πρὸς τὸ σῶσαι ὑμᾶς. 2.31 Ἔτι καὶ ταῦτα πρὸς τὸν ἐκ περιτομῆς λαὸν ἀποτείνεται, ὃν οὐκέτι «παῖδα αὐτοῦ» ἐκάλει οὐδὲ «ἐκλεκτὸν καὶ ἀγαπητὸν Ἰσραήλ»· αὗται γὰρ αἱ προσθῆκαι διὰ τῶν ἀνωτέρων τὴν ἐξ αὐτῶν ἐκλογὴν ἐδήλουν. φησὶν οὖν πρὸς αὐτούς· Ὑμεῖς μέν, ὦ οὗτοι ἐκ παίδων καὶ ἐξ αὐτῆς κοιλίας ὡς εἰπεῖν τὰ θεῖα λόγια παιδευόμενοι καὶ καταγηρῶντες ἐν αὐτοῖς, οὐδὲν πρὸς ψυχῆς ὠφέλειαν ἐξ αὐτῶν ἐκαρπώσασθε· ἐγὼ δὲ καὶ μετὰ τοσαύτας ὑμῶν ἀποπτώσεις ἔτι καὶ νῦν ἀνεχόμενος εἰς μετάνοιαν ὑμᾶς προσκαλοῦμαι, ἐπειδήπερ ἐμὸν τυγχάνετε ὄντες ποίημα. ἐγὼ γὰρ ἐποίησα, διὸ κἀγὼ ἀνέχομαι· ἐπαγγέλλομαι δὲ καὶ συγχώρησιν ποιήσασθαι τῶν ἡμαρτημένων ὑμῖν, εἰ μεταβαλεῖσθε. διό φημι· καὶ ἐγὼ ἀνήσω καὶ πάλιν ἀναλήψομαι ὑμᾶς καὶ σώσω. Καὶ τὰ μὲν τῆς ἐμῆς προτροπῆς τοιαῦτα, ὑμεῖς δὲ λογίσασθε εἰς ποίας ἐκπεπτώκατε θεομαχίας καὶ δυσσεβείας τολμήσαντες ὁμοιῶσαί με τοῖς μὴ οὖσι καὶ ἐν οὐδενὶ λόγῳ θέσθαι τὴν ἐμὴν θεότητα. ἰσότιμον δέ με ἔθεσθε τῇ ἀψύχῳ ὕλῃ, ἣν ἐπλάσασθε· χρυσίον καὶ ἀργύριον ἐκ συμβολῆς συνάγοντες καὶ διὰ χειρῶν ἀνθρωπίνων ἀνειδωλοποιήσαντες, οἷς δὲ προσκυνεῖν οὐκ αἰσχύνεσθε μήτε βαδίζειν μήτε κινεῖσθαι δυνατοῖς οὖσιν, ἀλλ' ἐπ' ὤμων φερομένοις καὶ ὑφ' ἑτέρων ὠθουμένοις καὶ μήτε ἀκούειν μήτε αὐτοὺς σῴζειν δυνατοῖς. τούτοις ὅμοιον κἀμὲ εἶναι ἐλογίσασθε, ὦ τὰς ψυχὰς πεπηρωμένοι. Ἀλλὰ γὰρ βραχύ τι διαβλέψαντες ἐννοήσατε εἰς οἷον ἀσεβείας βυθὸν ἐξωκείλατε· τούτων δὲ αὐτῶν μνησθέντες μετανοήσατε καὶ ἐπιστρέψατε ὀρθοῖς λογισμοῖς εἰς ἔννοιαν τῆς ἐμῆς θεότητος, ἐννοήθητέ τε παρ'