203
ἑαυτοῖς ὡς ἐξ αἰώνων ἀπείρων καὶ πρὸ παντὸς ἐπινοουμένου χρόνου ἐγώ εἰμι, καὶ οὐκ ἔστιν πλὴν ἐμοῦ θεός. Τούτου δὲ μέγιστον ἀνθρώποις μαρτύριον διὰ τῶν ἐμαυτοῦ προφητῶν παρεστησάμην τὰ μέλλοντα θεσπίσας καὶ τὰ μακροῖς ὕστερον χρόνοις γενησόμενα προειπών, ἃ καὶ δι' ἔργων ἐξετέλεσα καὶ αὖθις ἐπιτελέσω ἐν τοῖς ἐπιοῦσι χρόνοις. καὶ πάντα δὲ ὅσα βεβούλευμαι καὶ ὥρισα ἀραρότως γενήσεται ἐμοῦ τέλος ἐπιθήσαντος τοῖς ἐμαυτοῦ λόγοις· ὅτε καὶ βούλομαι διὰ τοῦ καλεῖν τοὺς ἐμαυτοῦ ὑπηρέτας δι' ἀέρος φερομένους ὀρνέων καὶ πετηνῶν δίκην, λέγω δὲ τὰς ἀγγελικὰς δυνάμεις καὶ «τὰ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν». οὕτως γοῦν καλῶν ἀπὸ ἀνατολῶν πετηνόν, ἢ ὄρνεον κατὰ τὸν Σύμμαχον, καὶ ἀπὸ γῆς πόρρωθεν τὰς ἐμοὶ διακονουμένας θείας δυνάμεις. ἅπερ πρότερον ἐλάλησα διὰ τῶν ἐμαυτοῦ προφητῶν, ταῦτα δι' αὐτῶν ἔργοις ἐπιτελέσω. κατὰ δὲ τὸν Σύμμαχον καὶ τοὺς λοιποὺς ἑρμηνευτάς· πᾶν φησι τὸ θέλημά μου ποιήσω, καλῶν ἀπὸ ἀνατολῶν ὄρνιν ἀπὸ γῆς πόρρωθεν, ἄνδρα βουλῆς μου· καίγε ἐλάλησα, καίγε ἄξω αὐτό, ἔπλασα καὶ ποιήσω αὐτό. ἄνδρα δὲ βουλῆς αὐτοῦ τίνα ἂν εἴποις ἢ τὸν Χριστὸν αὐτοῦ, ὃν ἀνακαλεσάμενός φησιν ἐκ γῆς πόρρωθεν, δηλαδὴ ἐκ τῶν τοῦ ᾅδου μυχῶν. πάντα ὅσα πρὸ τούτου ἐπηγγειλάμην, εἰς ἔργα δι' αὐτοῦ χωρῆσαι ποιήσω. 2.32 Ἔτι καὶ ταῦτα πρὸς τὸν ἐκ περιτομῆς λαὸν εἴρηται, ἅπερ συνάψαι προσήκει τοῖς ἀνωτέρω εἰρημένοις, δι' ὧν προσφωνήσας αὐτοῖς ὁ λόγος καὶ εἰπών· «Ἀκούσατέ μου, οἶκος τοῦ Ἰακὼβ καὶ τὸ κατάλοιπον τοῦ οἴκου Ἰσραὴλ» ἐπήγαγε· «τίνι με ὡμοιώσατε; ἴδετε, τεχνάσασθε, οἱ πλανώμενοι». ἀλλ' ἐκεῖ «πλανωμένους» αὐτοὺς ὠνόμαζεν, ἐνταῦθα δὲ ἀκούσατέ μού φησιν, οἱ ἀπολωλεκότες τὴν καρδίαν, ἀνθ' οὗ ὁ Σύμμαχος σκληροκάρδιοι ἡρμήνευσε. καὶ προστίθησιν· οἱ μακρὰν ἀπὸ τῆς δικαιοσύνης, ἀλλ' ὑμεῖς μέν φησιν ἐμακρύνατε ἑαυτοὺς τῆς ἐμῆς δικαιοσύνης, ἐγὼ δὲ οὐ καθ' ὑμᾶς ἔπραξα, κατὰ δὲ τὴν φιλανθρωπίαν ὡς θεὸς ἀγαθὸς καὶ δίκαιος τὴν δικαιοσύνην μου ἤγγισα καὶ τὴν σωτηρίαν τὴν παρ' ἐμοῦ οὐ βραδυνῶ. καὶ ταῦτα πράξω οὐ μέλλων οὐδὲ βραδύνων, ἀλλ' ἐντεῦθεν ἤδη δώσω ἐν Σιὼν σωτηρίαν καὶ τῷ Ἰσραὴλ δόξαν· οὕτω γὰρ ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· δώσω ἐν Σιὼν σωτήριον καὶ τῷ Ἰσραὴλ δόξαν. τῇ μὲν οὖν ἐμαυτοῦ φιλανθρωπίᾳ χρώμενος ταῦτα τῇ Σιὼν καὶ τῷ Ἰσραὴλ δώσω, τὴν δὲ δικαιοσύνην μου ἐνδείξομαι ἐν τῷ ἐπεξιέναι τοῖς πολιορκήσασιν αὐτούς. Χαλδαῖοι δὲ ἦσαν οὗτοι καὶ Βαβυλώνιοι, πρὸς οὓς μεταβαίνων ἀποτείνεται προαγορεύων αὐτοῖς καθαίρεσιν τῆς βασιλείας καὶ ταπείνωσιν τοῦ ὕψους, ἐφ' ᾧ ἐμεγαλαύχουν μακροῖς χρόνοις δυναστεύσαντες τῶν ἐθνῶν. προσωποποιεῖται δὲ ἐν τούτοις τὴν βασιλείαν αὐτῶν θυγατέρα Βαβυλῶνος ὀνομάζων αὐτήν· καλεῖ δὲ αὐτὴν καὶ παρθένον διὰ τὸ ὡραΐζεσθαι καὶ καλλωπίζεσθαι παρθένου δίκην, βούλεσθαί τε φαίνεσθαι νέαν καὶ κόρην εἶναι νομίζεσθαι. εἶθ' ὡς ἐν ὕψει καθημένῃ διαναστῆναι αὐτῇ προστάττει καὶ καταβῆναι ἀπὸ τοῦ ἑαυτῆς θρόνου, καθεσθῆναί τε ἐπὶ τῆς γῆς καὶ ἀποκρύψαι ἑαυτῆς τὴν ἀσχημοσύνην, ἣν πείσεται ἐκ τῆς ἐπὶ τὸ χεῖρον μεταβολῆς. τοῦτο δὲ σημαίνει φάσκων· εἴσελθε εἰς τὸ σκότος. εἶθ' ὡς ἐπὶ παρθένου προσωποποιῶν τὴν βασιλείαν οὐκέτι φησὶ κληθήσῃ ἁπαλὴ καὶ τρυφερά. Ὁποῖα ἐτύγχανες πάλαι ποτὲ κατεντρυφῶσα ὡς πάντας τοὺς ἀρχομένους ὑπὸ σοῦ τοιούτοις τισὶν ὀνόμασιν ἐπὶ σοῦ κεχρῆσθαι. διὸ ἀποθεμένη τὴν βασιλικὴν ἐκείνην τρυφὴν θεραπαίνης τρόπον κακοπαθοῦς τινος καὶ μυλωθρίδος παρασκεύασον σεαυτὴν δουλεύειν τοῖς σαυτῆς δεσπόταις, μύλον δηλαδὴ λαβοῦσα ἐν αὐτῷ ἄλεσον τὴν σκληρὰν ταύτην καὶ ἐπίπονον θητείαν τῆς παλαιᾶς τρυφῆς ἀντικαταλλαξαμένη. ἀλλὰ καὶ τὸ κατακάλυμμά σου, ᾧ τὴν κεφαλὴν περιέσκεπες χρυσῷ καὶ λίθοις καὶ τῇ λοιπῇ κομμωτικῇ περιεργίᾳ κατακεκοσμημένη περίελε ἀπὸ σοῦ. καὶ ἐπειδὴ μακροῖς