1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

204

χρόνοις παλαιωθεῖσα καὶ καταγηράσασα ἐν τῇ τῶν ἐθνῶν κατατυράννιδι ἀπέκρυπτες τὸ γῆρας καὶ τὴν παλαιότητα ἐγκαλύπτουσα τὰς σαυτῆς πολιὰς τῇ τοῦ κόσμου περιβολῇ ὡς νομίζεσθαί σε παρθένον ἁπαλὴν καὶ τρυφερὰν εἶναι. ἄκουε νῦν ἐλεγχομένη ὡς δεήσει σε τὰς ἐπὶ τῆς κεφαλῆς πολιὰς ἀνασῦραι καὶ τοῖς πᾶσι τὴν σαυτῆς ἐνδείξασθαι παλαιότητα. κατὰ δὲ τὸν Σύμμαχον· κάλυψαί φησιν ὦτα, ἀποκάλυψαι κνήμην, πάρελθε ποταμούς· ἀποκαλυφθήτω ἡ αἰσχύνη σου, καὶ γὰρ ἐφάνη τὸ ὄνειδός σου· ἐκδίκησίν σου λήψομαι, καὶ οὐκ ἀντιστήσεται ἐν ἐμοὶ ἄνθρωπος. ταῦτα κατὰ τὸν Σύμμαχον, δι' ὧν ἀπαγωγήν τινα τὴν ἐπ' ἀλλοδαπῆς χώρας καὶ ὥσπερ αἰχμαλωσίαν τὴν ὑπ' ἐχθροῖς καὶ πολεμίοις ὁ λόγος ἀποτελεῖ τῇδε δουλωμένῃ. ἐκ δὲ τῆς τούτων παραθέσεως καὶ ἡ παρ' ἡμῖν ἀνάγνωσις σαφηνισθήσεται. ἀντὶ γὰρ τοῦ· τὸ δίκαιον ἐκ σοῦ λήψομαι, οὐκέτι μὴ παραδῶ ἀνθρώποις, ὁ Σύμμαχος· ἐκδίκησίν φησι λήψομαι, καὶ οὐκ ἀντιστήσεταί μοι ἄνθρωπος. ἀντὶ δὲ τοῦ· ὁ ῥυσάμενός σε, κύριος σαβαώθ, Ἀκύλας· ἀγχιστεύων ἡμῶν κύριος, ὁ δὲ Σύμμαχος· λυτρωτὴς ἡμῶν κύριος δυνάμεων, ὁ δὲ Θεοδοτίων· ὁ λυτρούμενος ἡμᾶς κύριος τῶν δυνάμεων, ὄνομα αὐτῷ ἅγιος Ἰσραήλ. Ταῦτα γάρ φησι κατὰ σοῦ ὥρισεν ὁ ἡμέτερος κύριος «λυτρούμενος ἡμᾶς» καὶ ἐλευθερῶν ἀπὸ τῆς ὑπὸ σὲ ταλαιπωρίας. διό φησιν· Κάθισον κατανενυγμένη, ἢ κατὰ τὸν Σύμμαχον σιωπῶσα, ἡ πάλαι ἐπαιρομένη καὶ μεγαλαῦχος, ἡ ὡς οἰκέταις προστάσσουσα τοῖς λοιποῖς ἔθνεσι καὶ ὥσπερ μεταμελομένη, ἐφ' οἷς ἔπραξας, καὶ τὴν ψυχὴν κατανενυγμένη. κάθισον ἐν αὐτῷ ἐδάφει ταπεινή, ἢ εἰ δυνατὴ τυγχάνεις, ἀπόκρυψον σαυτὴν καὶ σκότῳ παράδος, ἵνα μὴ ἀσχημονῇς. εἶτα κατὰ τὸν Σύμμαχον εἴρηται· οὐκέτι γὰρ κληθήσῃ δέσποινα βασιλειῶν. ὠργίσθην κατὰ τοῦ λαοῦ μου, ἐβεβήλωσα τὴν κληρονομίαν μου. κἀγὼ μὲν κατὰ τὸ δίκαιον παιδείας ἕνεκεν καὶ ἐπιστροφῆς εἰς τὰς σὰς χεῖρας παρέδωκα τὸν ἐμαυτοῦ λαὸν σωφρονίζων αὐτόν, σὺ δὲ ἐκ περιττοῦ καὶ τοῦ δέοντος ἔπραξας πλέον οὐδὲν φιλάνθρωπον ὡς πρὸς ὁμοιωπαθεῖς ἐνδειξαμένη. Καὶ τὰ λοιπὰ δὲ σαφέστερα ὄντα τὸ ὑπερήφανον τῆς τῶν Χαλδαίων βασιλείας διαγράφει καὶ τὴν ἀλαζονείαν τῶν παρ' αὐτοῖς βασιλευσάντων ἀνδρῶν, ὅπως τε ὑπέγραφον ἑαυτοῖς ἀθάνατον κράτος καὶ ἀκαθαίρετον ἕξειν τὴν ἀρχήν. ἀλλ' ὑφ' ἕνα καὶ τὸν αὐτὸν καιρὸν ἥξει ἐπὶ σέ φησι καὶ ἀνδρὸς στέρησις καὶ τέκνων ἀπώλεια, ἀνδρὸς μὲν τοῦ ἐν σοὶ βασιλεύοντος, τέκνων δὲ τῶν ὑπὸ σοῦ βασιλευθησομένων. ἀθρόως δὲ ταῦτα ἥξει ἐπὶ σὲ ὡς καὶ χήραν καὶ ἄτεκνον ἀποδειχθῆναί σε· ταῦτα δὲ σοὶ συμβήσεται, οὐ διὰ τὰ προλεχθέντα μόνον, ἀλλὰ καὶ διὰ τὸ πλῆθος τῶν φαρμακειῶν σου καὶ τῶν ἐπαοιδῶν σου, ἐφ' οἷς τὰς ἐλπίδας ἔχουσα ἀγαυριᾷς μονουχὶ λέγουσα· Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα. ἀντὶ δὲ τοῦ· γνῶθι ἡ σύνεσις τούτων ἔσται, ὁ Σύμμαχος· καὶ ἡ γνῶσίς σού φησιν αὕτη ἐξηπάτησέ σε, διὸ εἶπας ἐν τῇ καρδίᾳ σου Ἐγώ εἰμι, καὶ οὐχ ὑπάρχει μετ' ἐμὲ ἔτι. Ἀλλ' ἐπελθούσης σοι τῆς ἐκ θεοῦ ὀργῆς χρῆσαι ταῖς ἐπαοιδαῖς καὶ ταῖς φαρμακείαις, αἷς εἴωθας εἴ πως ἄρα βοηθείας τεύξῃ· ταῦτα γὰρ ἦν σοῦ τὰ μαθήματα, ἃ ἐμάνθανες ἐξ ἀρχείων χρόνων καὶ ἐκ νεότητός σου. ἔστι δὲ ἀπὸ τῆς τοῦ ∆ανιὴλ γραφῆς γνῶναι, ὅπως διέπρεπον παρὰ τοῖς Χαλδαίοις τοῖς τὴν Βαβυλῶνα κατοικοῦσι «μάγοι» τινὲς καὶ «γαζαρηνοὶ» καὶ «φάρμακοι» καὶ οἱ περὶ ταῦτα καὶ τὰ τοιαῦτα δεινοί τε καὶ «σοφοί». καὶ εὐδοκίμουν παρὰ τῷ βασιλεῖ ὡς δι' αὐτῶν κατορθουμένης τῆς βασιλείας, ἀλλ' ἐπεὶ μὴ μόνον φαρμακείαις καὶ ἐπαοιδίαις ἐσχόλαζον, ἤδη δὲ καὶ ἐπὶ τῇ τῶν μαθηματικῶν θεωρημάτων γνώσει μέγα ἐφρόνουν τὰ οὐράνια ἐπίστασθαι ἐπαγγελλόμενοι καὶ «τῶν ἀστέρων» τὰς κινήσεις, τά τε ἐκ τούτων ἀποτελέσματα καὶ τούτοις ἐπὶ τοῦ παρόντος χρῆσαι κατὰ καιρόν, ὡς ἂν μάθοις τὰ μέλλοντά σε διαλήψεσθαι. ἀλλ' οὐδεὶς ἔσται ὁ δυνησόμενος ἐκ τῆς τούτων θεωρίας τὸ μέλλον ἐξειπεῖν· μάλιστα γὰρ