1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

205

αὐτοὺς καταλήψεται τοὺς ἐπὶ τούτοις μέγα φρονοῦντας ἡ «διὰ πυρὸς» τιμωρία. ἐπειδὰν καὶ «πᾶσα ἡ πόλις πυρίκαυστος» γίγνεσθαι μέλλῃ, τότε γοῦν ἐλεγχθήσονται τῷ μὴ δεῖν ἑαυτοῖς ἐπαμύνειν δύνασθαι καὶ ὅλην δὲ σὲ τοῦτο τὸ τέλος περιμένει, λέγω δὲ τὸ ἐν ἄνθραξι καὶ πυρὶ καυθῆναι. καὶ μᾶλλον οἱ ἄνθρακές σου τότε τῆς παλαιᾶς τρυφῆς κρείττους γενήσονταί σοι ἐπιστρεπτικοί τινες ὄντες καὶ ὠφέλιμοι. τὸ δέ· ἔσονταί σοι βοήθεια, οὐκ εἴρηται παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς. τούτῳ δέ φησι περιβληθήσῃ τῷ τέλει, ὦ σὺ Χαλδαία, ἐπειδήπερ μακροῖς χρόνοις πλάνῃ σεαυτὴν ἐκδοῦσα καὶ ὡς εἰπεῖν ἐξ αὐτῆς νεότητος ἐκοπίασας ἐν τῇ μεταβολῇ σου, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· οἱ ἔμποροί σου ἀπὸ νεανιότητός σου, ἕκαστος εἰς τὸ πέραν ἑαυτοῦ ἐπλανήθησαν, ἐξ ὧν οὐδεὶς εὕρηταί σοι σωτήρ, ἢ διὸ οὐκ ἔστιν ὁ σῴζων σε κατὰ τὸν Σύμμαχον. 2.33 Τὰ ἐπελευσόμενα τῇ Βαβυλῶνι, τοῖς τε οἰκήτορσι καὶ τοῖς βασιλεῦσιν αὐτῆς προαναφωνήσας ὁ λόγος τὸν Ἰουδαίων ἀπελέγχει λαὸν διὰ τῶν προκειμένων φάσκων, ὅτι διὰ τὸ παρ' ἐμοὶ δίκαιον ἐπάξω ταῦτα κατὰ τῶν Χαλδαίων· οὐ μὴν ὅτι σὺ βοηθείας ἦσθα ἄξιος. καὶ ταῦτα προλαβὼν προεῖπον «πρὶν γενέσθαι» τὰ πράγματα προγνώσει θεϊκῇ θεσπίσας, ἵν' ἐπειδὰν εἰς πέρας ἀχθῇ καὶ δι' ἔργων χωρήσῃ τὰ κατὰ τῶν Χαλδαίων προηγορευμένα, μὴ οἷς νομίζεις θεοῖς τὴν αἰτίαν ἀναθῇς μηδὲ εἴπῃς, ὅτι θεοί μου, οἷς εἰδωλολατρῶν προσεῖχον. ταύτην παρὰ τῶν πολεμίων τὴν τιμωρίαν εἰλήφασιν, ἐμοῦ γὰρ ἐντεῦθεν ἤδη προφητεύσαντος τὰ συμβησόμενα καὶ ἀπειλήσαντος διὰ τῶν ἐμῶν προφητῶν ἐπάξειν τὰ προλεχθέντα τῇ Βαβυλωνίων βασιλείᾳ. ἐπειδὰν δι' ἔργων ταῦθ' οὕτως χωρήσειε καθὼς διεστειλάμην, ἀνάγκη πᾶσα ὁμολογεῖν ὑμᾶς ἐμὲ μόνον εἶναι θεὸν τὸν ἐπαληθεύσαντα τοὺς ἐμαυτοῦ λόγους. καλεῖ δὲ αὐτοὺς οἶκον Ἰακὼβ ὡς μὴ ὄντας ἀξίους τῆς τοῦ προπάτορος αὐτῶν ἐπωνυμίας, ἀλλὰ καὶ οἱ κεκλημένοι φησὶν ἐπὶ τῷ ὀνόματι Ἰσραήλ, οὐκ ὄντες Ἰσραὴλ οὐδὲ φερώνυμοι τῆς προσηγορίας ὄντες ὅμως οὕτως ὠνομάζοντο. εἶτ' ἐπιλέγει· καὶ ἐξ ὕδατος Ἰούδα ἐξελθόντες· μηδὲν γὰρ ἔχοντες ἄξιον τῆς τοῦ πατριάρχου ψυχῆς, ἐκ τοῦ ὕδατος δὲ αὐτοῦ καὶ τοῦ σωματικοῦ σπέρματος ὑποστάντες· σωματικοὶ καὶ σάρκινοι μόνον ἦσαν υἱοί, οὐχὶ δὲ καὶ ψυχῆς ἀληθινὰ τέκνα. σημαίνει δὲ διὰ τοῦ ὕδατος Ἰούδα «τὸ βασιλικὸν γένος» ἐκ διαδοχῆς ∆αυὶδ καὶ ἐκ φυλῆς Ἰούδα ἔτι τότε κατὰ τοὺς προφητικοὺς χρόνους διαμένον ἐν τῇ Ἰερουσαλήμ. ὥσπερ δὲ ἐπιπλάστως καὶ Ἰακὼβ καὶ Ἰσραὴλ καὶ Ἰούδας ἐχρημάτιζον οἱ νῦνκατηγορούμενοι οὐκ ὄντες κατὰ ἀλήθειαν ἄξιοι τούτων τῶν προσηγοριῶν, οὕτως καὶ ὀμνύοντες τῷ ὀνόματι κυρίου καὶ μνήμην ποιούμενοι τοῦ θεοῦ Ἰσραὴλ μέχρι χειλέων καὶ στόματος ταῦτ' ἔπραττον. οὐ μὴν μετὰ ἀληθείας τῇ τῶν ὅρκων ἐχρῶντο παραλήψει, ἀλλὰ καὶ τῆς πόλεως τῆς τῷ θεῷ ἀνακειμένης ἀντεχόμενοι ἐδόκουν ἀντιστηρίζεσθαι ἐπὶ τῷ θεῷ καὶ τοῦτο μεθ' ὑποκρίσεως πράττοντες. Ταῦτα τῷ Ἰουδαίων προσφωνήσας λαῷ ἑξῆς διαστέλλεται τοῖς αὐτοῖς λέγων Μὴ νομίσητέ με, ὦ οὗτοι, ἀργῶς τὰ μέλλοντα προαγορεύειν· τοῦτο γὰρ ὅλον γίνεται, ὅπως οἱ ἐν ὑμῖν ἄπιστοι ἐκ τῆς τῶν πραγμάτων ἐκβάσεως μάθοιεν, ὅτι οὐκ ἀνθρώπινοι ἦσαν οἱ τῶν ἐμῶν προφητῶν λόγοι· οὐ γὰρ ἀνθρώπου φύσεως τὸ γνῶσιν ἔχειν τῶν μελλόντων. θεὸς δέ εἰμι ὁ ταῦτα θεσπίζων, ἤδη μὲν οὖν καὶ διὰ τῶν ἔμπροσθεν χρόνων, ἀλλά τινα προηγόρευσα καὶ λόγοι τινὲς ἐξῆλθον διὰ στόματος ἑτέρων μου προφητῶν, ὡς εἰς ἀκοὰς ἐλθεῖν πολλῶν τὰ προλελεγμένα, οἷς καὶ τὰ ἔργα ἐπηκολούθησε σύμφωνα ταῖς προαγορεύσεσιν. Ὅμως ἐπειδὴ σὺ ὁ Ἰουδαίων λαὸς τράχηλον ἀκαμπῆ καὶ σιδήρεον ἔοικας φέρειν, ἤδη δὲ καὶ ἀναίσχυντος οὕτως εἶ ὡς μὴ ἄν τινα σφαλῆναι φήσαντα μέτωπον ἔχειν σε χάλκεον. Τούτου χάριν καὶ νῦν προαπήγγειλά σοι τὰ ἐσόμενα, μήποτε τῶν πραγμάτων ἐπελθόντων ἀπατῶν σαυτὸν τοὺς πεπλανημένως νομιζομένους θεοὺς πεποιηκέναι αὐτὰ νομίσειας. πλὴν καὶ