206
τοῦτο τὴν ἐμὴν οὐ λανθάνει πρόγνωσιν τὸ μηδ' ἐκ τούτων ὠφεληθήσεσθαί σε τῶν λόγων. ὅμως δ' οὖν ἐπιμένων τῇ ἐμαυτοῦ φιλανθρωπίᾳ ἔτι καὶ νῦν μαρτύρομαι καὶ διαστέλλομαί σοι τὰ συμβησόμενα τῇ Βαβυλῶνι καὶ τοῖς Χαλδαίοις τοῖς μέλλουσί σε καταπολεμεῖν. ἰδοὺ γὰρ ἐντεῦθεν προαπεφηνάμην ὡς ἂν εἰδείης τὸν καταληψόμενον αὐτοὺς ὄλεθρον, ἵν' ἐπειδὰν οἱ πολέμιοι παραγένωνται ἐκ Βαβυλῶνος ἐπιστάντες γνωρίσῃς τὸν θεὸν τὸν προφήσαντά σοι ταῦτα καὶ βοηθὸν αὐτὸν ἀνακαλέσῃ ὡς ἂν ἤδη προαποφηνάμενον τὸ διαληψόμενον αὐτοὺς τέλος. ταῦτα δέ σοι ἐκ τῶν ἐμῶν γιγνώσκειν παρέσχον λόγων, ἄλλοθέν ποθεν οὐδὲ μίαν αὐτῶν εἰληφότι γνῶσιν. μὴ γὰρ σαυτὸν ἀπάτα μηδὲ λέγε, ὅτι πρὸ τῆς ἐμῆς προφητείας ἐγίνωσκες αὐτά· πόθεν γάρ σοι παρῆν ταῦτα γινώσκειν; πλὴν οὐδέν σε ἐκ τούτων ὠφεληθήσεσθαι τῶν λόγων πέπεισμαι. Οἶδα γὰρ καὶ πρὸ τούτου γινώσκων, ὡς ἀθετῶν ἀθετήσεις· διὸ παρ' ἐμοὶ ὡς παρὰ θεῷ προγνώστῃ πάντων καὶ πρὶν γεννηθῆναί σε ἄνομος καὶ παράνομος ἐκέκλησο. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· καὶ ἀσύνθηκος ἐκ κοιλίας ἐκλήθης· ὅμως γοῦν οὐ διὰ σέ, ἀλλὰ διὰ τὴν ἐμαυτοῦ φιλανθρωπίαν ἐντεῦθεν ἤδη καὶ προεῖπον καὶ ἐπέδειξά σοι τὸν μέλλοντα κατὰ τῶν σῶν πολεμίων ἐπιέναι ὄλεθρον σπουδάζων διὰ πάσης προφάσεως σωθῆναί σε. Ὅθεν ἐν τῷ παραδιδόναι σε τοῖς ἐχθροῖς σου οὐχ ἕνεκεν ἀργυρίου ἐπίπρασκόν σε· ἐπ' ὠφελείᾳ δὲ τῇ σῇ καὶ τοῦτ' ἔπραττον ὡς ἂν τοῦτον σωφρονισθείης τὸν τρόπον, ὅτι μὴ τὴν διὰ λόγων καὶ παραινέσεων ὑπεδέξω παιδείαν. τοῖς δὲ πολεμίοις οὐχ ἕνεκεν ἀργυρίου ἐπίπρασκόν σε, ἀλλὰ τῶν σῶν ἁμαρτημάτων καὶ ἀσεβημάτων χάριν· «ταῖς γὰρ ἁμαρτίαις ὑμῶν ἐπράθητε». καὶ ὅμως οὐδ' οὕτως εἴασα ὑμᾶς διὰ παντὸς τοῖς ἐχθροῖς δουλεύειν, ἀλλὰ πάλιν λυτρώσομαι καὶ ὥσπερ ἀπὸ καμίνου πτωχείας ἐκ τῆς ὑπὸ τοῖς Βαβυλωνίοις κακώσεως αὖθις ὑμᾶς ἐλευθερώσω. Καὶ ταῦτα πάντα διὰ τὸ ἐμὸν ποιήσω ὄνομα, ἐπειδὴ λαβόντες εἰς τὸ περιττὸν οἱ πολέμιοι τὴν ἐμὴν κατεβλασφήμουν θεότητα. οὐκ ἐνόμιζον δὲ παραδεδωκέναι ὑμᾶς αὐτοῖς, θρασυνόμενοι δὲ καὶ μέγα φρονοῦντες ἐφ' ἑαυτοῖς τὸ μηθὲν εἶναί με ὑπελάμβανον, τοὺς δὲ αὐτῶν ἐδόξαζον θεοὺς ὡς αἰτίους αὐτοῖς γενομένους τῆς καθ' ὑμῶν νίκης. διὸ τὴν ἐμαυτοῦ δόξαν οὐ καθυφίημι οὐδὲ ἑτέρῳ παραχωρήσαιμι τὴν ἐμὴν θεότητα, ἥτις δικαιοσύνης τῆς εἰς πάντας ἀνθρώπους ἐκτεινομένης συνίσταται. 2.34 Ἔτι καὶ ταῦτα πρὸς τοὺς αὐτοὺς καὶ περὶ τῶν αὐτῶν ὁ λόγος ἀποτείνεται καί φησιν· Ἄκουέ μου, Ἰακὼβ καὶ Ἰσραὴλ ὃν ἐγὼ καλῶ,ἢ κατὰ τὸν Σύμμαχον· ὁ κλητός μου, κατὰ δὲ τὸν Ἀκύλαν· κλητέ μου. ἐν τούτοις τοὺς κατορθοῦντας ἀνακαλεῖται διὰ τῶν ἔμπροσθεν ἑτέρους τοὺς παρ' αὐτοῖς διαβεβλημένους ὀνομάσας, ἀλλ' ἐνταῦθα τοῖς κρείττοσι διαλέγεται, οὓς κλητοὺς αὐτοῦ ὀνομάζει· ἦσαν γὰρ ἐξ ἐκείνου «πολλοὶ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί», πλὴν οἱ δηλούμενοι οὐκ ἦσαν ἐκλεκτοί, ἀλλὰ κλητοί. ὑπομιμνῄσκει δὲ αὐτοὺς τῆς ἑαυτοῦ θεολογίας πρῶτον καὶ ἔσχατον εἶναι ἑαυτὸν λέγων. διὸ κατὰ τοὺς λοιποὺς εἴρηται· ἐγὼ πρῶτος καὶ ἐγὼ ἔσχατος. εἴρηται δέ που «περὶ τοῦ μονογενοῦς τοῦ θεοῦ», ὅτι αὐτός ἐστιν «ὁ πρῶτος καὶ ἔσχατος», καί· «τὸ Ἄλφα καὶ τὸ Ὦ». πῶς δὲ πρῶτος καὶ πῶς ἔσχατος, ἑξῆς διασαφεῖ φάσκων· «ὁ ζῶν, καὶ ἐγενόμην νεκρός». ἀρχὴ μὲν γὰρ ζωῆς αὐτός, ὅτι «αὐτὸς ἦν ἡ ζωή», καὶ ἔσχατος δὲ πάλιν αὐτός, ἐπεὶ «ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν καὶ γενόμενος ὑπήκοος τῷ πατρὶ ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυροῦ». Εἶθ' ἑξῆς τὴν ὑπερμεγέθη δύναμιν αὐτοῦ παρίστησι φάσκων· ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν. διὸ λέγεται ἐν Παροιμίαις· «ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν». ἀλλὰ καὶ ἡ δεξιά μου ἐστερέωσέ φησι τὸν οὐρανόν, ἢ τοὺς οὐρανοὺς κατὰ τοὺς λοιπούς, δηλαδὴ τὰς θείας καὶ οὐρανίας δυνάμεις. καὶ ἐπιφέρει· καλέσω αὐτούς, καὶ στήσονται ἅμα· ὡς γὰρ