207
δεσπότῃ προστάττοντι ὑπακούσουσιν αἱ προλεχθεῖσαι δυνάμεις, ἀλλὰ καὶ συναχθεῖσαι ἐπὶ τὸ αὐτὸ ἑστᾶσιν ἀκουσόμεναι τῶν αὐτοῦ λόγων. τοῦτό τοι ἐδήλου καὶ ἐν ἀρχῇ τῆς βίβλου φάσκων ὁ λόγος· «Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι κύριος ἐλάλησεν». δυσωπεῖ δὲ διὰ τούτων τοὺς ἀκούοντας· εἰ γὰρ αἱ θεῖαι δυνάμεις τοιαύτην ἐνδείκνυνται σὺν εὐλαβείᾳ ὡς πρὸς δεσπότην τῶν ὅλων ὑπακοήν, ὑμεῖς ἄνθρωποι ὄντες, πῶς οὐ μᾶλλον τὸν θεῖον ἀναλήψεσθε φόβον; ἀντὶ δὲ τοῦ· τίς αὐτοῖς ἀνήγγειλε ταῦτα; ὁ Σύμμαχος τίς αὐτοῖς ἀπήγγειλε ταῦτα, ὃν ὁ κύριος ἠγάπησεν, ὃς ποιήσει τὸ θέλημα αὐτοῦ ἐξέδωκεν. ὅτι δὲ καὶ αἱ οὐράνιαι δυνάμεις ὑπακούουσι καλούμεναι καὶ ἄγονται ἀκουσόμεναι τῆς τοῦ θεοῦ βουλῆς, πόθεν ἐγνώσθη ἀνθρώποις τοῦτο; εἰ γνῶναι ποθεῖς μάνθανε, ὅτι αὐτὸς ὁ κύριος ἀπήγγειλε καὶ σοὶ τοῦτο φανερὸν ἐποίησε διὰ τὸ ἀγαπᾶν σε, κατὰ δὲ τὸν Ἀκύλαν τοῦτον εἴρηται τὸν τρόπον· τίς ἐν ἀνθρώποις ἀπήγγειλε ταῦτα, κύριος ἠγάπησεν αὐτόν, ὁμοίως τῷ Συμμάχῳ φήσαντι· τίς αὐτοῖς ἀπήγγειλε ταῦτα, ὃν ὁ κύριος ἠγάπησεν. αὐτὸς οὖν οὗτος, ὃν ὁ κύριος ἠγάπησεν, ἀκουστὰ ἐποίησε ταῦτα ἀνθρώποις· ὁ δ' αὐτὸς οὗτος, ὃν ἠγάπησε κύριος, «τὸ θέλημα τοῦ πατρὸς» ἐνεργήσει τὰ προλεχθέντα διὰ τῶν ἔμπροσθεν κατὰ τῆς Βαβυλῶνος ἐπάξων καὶ ἀνακαλεσάμενος τὸν ἑαυτοῦ λαὸν ἀπὸ τῆς πολεμίας γῆς, ἐπανάξων τε αὐτὸν εἰς τὴν οἰκείαν καὶ ὁδηγήσων τὴν ὁδὸν αὐτοῦ. ταῦτα μὲν οὖν κατὰ καιρὸν τὸν μέλλοντα ποιήσω, ὑμεῖς δὲ ταῦτα προμεμαθηκότες οὐκ ἐν κρυφῇ λαλούμενα, ἀλλὰ μετὰ παρρησίας ὑμῖν ἀπαγγελλόμενα, ἥκετε πρός με σπεύδοντες. καὶ γὰρ ὅτε ἐβουλεύετο ταῦτα ὁ πατήρ, παρ' αὐτῷ ἤμην, καὶ νῦν αὐτὸς κύριος ὢν ὁ ἐπὶ πάντων θεὸς καὶ τὸ πνεῦμα τῆς ἁγιωσύνης αὐτοῦ ἀπέστειλέ με τὰ ἅπαξ ὑπ' αὐτοῦ ὡρισμένα διαπράξασθαι. Ἄκουε τοίνυν, ὦ Ἰσραήλ, ἅπερ διδάσκει σε ὁ ῥυσάμενός σε κύριος· μέμνησο δὲ μεταξὺ παντὸς λόγου, πῶς ἐγώ εἰμι ὁ θεός σου, «καὶ οὐκ ἔστιν ἕτερος»· ταῦτα γὰρ πάντα δείκνυμί σοι ὑπὲρ τοῦ εὑρεῖν σε «ὁδὸν σωτηρίας». εἰ γοῦν καὶ τὴν ἀρχὴν ὑπήκοός μοι ἐγεγόνεις, οὐκ ἄν ποτε τοῖς ἐχθροῖς παρεδόθης· τοσοῦτο δὲ «πλῆθος εἰρήνης» ἐφυλάττετό σοι ὡς ποταμοῦ ῥεύματι ἐοικέναι τὸ πολὺ «πλῆθος» τῆς ἐπιρρεούσης σοι ἐξ ἐμοῦ «εἰρήνης», διαβόητος δ' ἂν ἐγένετό σου ἡ δικαιοσύνη ὥσπερ τι κῦμα θαλάσσης εἰς τὰς πάντων ἐξήχουν ἀκοάς. τήρει δὲ ἐν τούτοις, ὅπως ποταμῷ ἀπεικάζει «τὸ πλῆθος τῆς εἰρήνης» καὶ κύματι θαλάσσης, ἢ κύμασι θαλάσσης κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς, τὴν τοῦ λαοῦ δικαιοσύνην, ἵν' εἴ ποτε συμβαίη λέγεσθαι. καὶ ἐπὶ ἑτέρων μὴ πάντως ἐπὶ τὸ πρόχειρον ἐκπίπτοι μὲν ὡς νομίζειν περὶ θαλάσσης καὶ ποταμῶν σωματικῶν τὰ τοιαῦτα λέγεσθαι, ἀλλὰ καὶ τὸ σπέρμα σού φησιν ἐπληθύνθη ἂν εἰς ἀνήριθμον πλῆθος ὡς τῇ ἄμμῳ παραβάλλεσθαι αὐτὸ καὶ τῆς κοιλίας σου τὰ γεννήματα τῷ χοῒ τῆς γῆς ἀπεικάζεσθαι πλήθους ἕνεκα, εἰ ἐγεγόνεις φύλαξ τῶν ἐμῶν ἐντολῶν. ἀντὶ δὲ τοῦ· ὡς ὁ χοῦς τῆς γῆς, ὡς αἱ κέγχροι αὐτῆς, οἱ λοιποὶ ἑρμηνευταὶ εἰρήκασιν. εἰ μὲν οὖν σωματικώτερον ταῦτά τις ἐκδέχοιτο ὡς πρὸς Ἰουδαίους σαρκίνους ὄντας καὶ σωματικωτέρους, εἴποι ἂν εἰρῆσθαι τὴν ἐπαγγελίαν σεμνυνομένως ἐπὶ τῇ τῶν παίδων πολυπληθείᾳ διὰ τὸ μηδὲν σεμνὸν μηδὲ θεοπρεπὲς ἐννοεῖν. εἰ δὲ πρὸς τὴν ἐπαγγελίαν τοῦ θεοῦ τὸ ἀξίωμα τοῦ λέγοντος ἀπίδοις, νόει μοι σπέρμα τὸ ἐκ τοῦ Ἰσραὴλ ἐκεῖνο καὶ τὸ διὰ τῶν ἔμπροσθεν δεδηλωμένον ἐν τῷ· «εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν», δι' οὗ ἐδηλοῦτο ὁ ἀποστολικὸς χορὸς καὶ πάντες οἱ τοῦ σωτῆρος ἡμῶν ἐξ Ἰουδαίων γενόμενοι μαθηταί. οἱ πατέρες κατέστησαν τῶν τῆς οἰκουμένης ἐκκλησιῶν καὶ τοῦ πλήθους τῶν ἐν αὐταῖς κατὰ θεὸν ἀναγεννημένων, «οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν». ἀλλὰ ταῦτά φησιν ἐγένετο ἂν περὶ σέ, εἰ ἤκουσας τῶν ἐντολῶν