209
λόγου τὴν διάνοιαν ἐπιφέρων ἑξῆς καὶ λέγων· καὶ προσέχετε, ἔθνη, μονονουχὶ σαφῶς διαστελλόμενος, ὅτι μὴ πρὸς Ἰουδαίους τὰ παρόντα συντείνει μηδ' ὡς ἔτυχε πρός τινας προχείρως νοουμένας νήσους, ἀλλὰ πρὸς τὰ ἔθνη καὶ τὰς μεταξὺ τῶν ἐθνῶν μεσολαβουμένας τοῦ θεοῦ ἐκκλησίας. ὅθεν κατὰ τὸν Σύμμαχον τοῦτον εἴρηται τὸν τρόπον· Ἀκούσατέ μου, νῆσοι, καὶ ἀκροάσασθε, ἔθνη. τί τοίνυν βούλεται διδάξαι τὰς ἐκκλησίας αὐτοῦ, ἐπιλέγει· διὰ χρόνου πολλοῦ στήσεται, λέγει κύριος. καὶ πρῶτον ἐπιτηρητέον, ὡς ἐκ προσώπου τοῦ κυρίου ταῦτα προφέρεται καὶ τὰ ἑξῆς τούτοις ἐπιφερόμενα, ἐν οἷς αὐτὸς ὁ τοῦ λόγου κατάρξας κύριος ὡς περὶ ἑτέρου διδάσκει τὰ ἐπιλεγόμενα, ἀλλὰ καὶ γεγεννῆσθαι ἑαυτὸν ὁμολογεῖ καὶ δοῦλον ἑαυτὸν ὀνομάζει καὶ ὅσα ἄλλα παρίστησι διὰ τῶν ἑξῆς ἐπιφερομένων. τί δὴ οὖν προσφωνῶν ταῖς νήσοις καὶ τοῖς ἔθνεσιν ὁ παρὼν κύριος διδάσκει, ἐπακουστέον. μὴ νῦν φησιν ὅτε ταῦτα διεξέρχομαι προσδοκήσητε τῶν λόγων ὄψεσθαι τὰ ἀποτελέσματα· μακρὸς γὰρ ἔσται μεταξὺ χρόνος, ἐν ᾧ δι' ἔργων συστήσεται τὰ προφητευόμενα. ἀντὶ δὲ τοῦ· διὰ χρόνου πολλοῦ στήσεται, οἱ λοιποὶ ἑρμηνευταὶ μακρόθεν εἰρήκασι, συνάψαντες τὸ μακρόθεν τῇ ἀνωτέρω διανοίᾳ, διόπερ ὁ Σύμμαχος καὶ ἀκροάσασθε, ἔθνη, μακρόθεν ἡρμήνευσεν. εἶτ' ἐπήγαγε· κύριος ἐκ γαστρὸς ἐκάλεσέ με καὶ ἐκ κοιλίας μητρός μου ἀνέμνησε τὸ ὄνομά μου· τοῦτο γὰρ παιδεύθητε, ὦ ἔθνη καὶ ὑμεῖς αἱ νῆσοι. ποῖον δὲ τοῦτο ἢ ὅτι κύριος ὁ πάντων δεσπότης καὶ πρὶν εἰς ἀνθρώπους ἐμὲ τὸν κύριον προελθεῖν ἔτι κυόμενον κατὰ γαστρὸς ἀνεκαλέσατο, αὐτὸς δέ μοι καὶ ὄνομα ἐδωρήσατο; ὅτι μὲν ὡς αὐτῷ μόνῳ γνώριμόν ἐστι· κατὰ καιρὸν δὲ καὶ ὑμῖν αὐτοῖς, λέγω δὴ πᾶσι τοῖς ἔθνεσι, φανερὸν γενήσεται. Ἀλλὰ καὶ ἔθηκεν ὁ αὐτὸς θεὸς καὶ πατὴρ τὸ ἐμὸν τοῦ ταῦτα λέγοντος κυρίου στόμα ὡς μάχαιραν ὀξεῖαν, τμητικὴν οὖσαν εἰς τὸ διαιρεῖν καὶ ἀφορίζειν τοὺς ἀξίους τοῦ θεοῦ ἀπὸ τῶν μὴ τοιούτων. ὃ δὴ καὶ ἐν Εὐαγγελίοις ὁ αὐτὸς ἐμαρτύρει λέγων· «Μὴ νομίσητε ὅτι ἦλθον εἰρήνην βαλεῖν ἐπὶ τὴν γῆν. οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν»· οὕτως οὖν καὶ ἐνταῦθά φησιν· καὶ ἔθηκε τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν. καὶ ἐπιλέγει· καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με τὴν κρύφιον καὶ τὴν τοὺς πολλοὺς λανθάνουσαν οἰκονομίαν τῆς ἐνσάρκου παρουσίας αὐτοῦ ὧδέ πη αἰνιξάμενος. ὥσπερ δὲ μάχαιραν ὀξεῖαν τὴν γλῶσσαν ἑαυτοῦ ὠνόμασεν, οὕτω καὶ βέλος ἐκλεκτόν φησι τεθεῖσθαι ἑαυτὸν ὑπὸ τοῦ πατρός, ἵν' ὅτε βούλοιτο τιτρώσκῃ τοὺς ἀξίους τῶν αὐτοῦ κέντρων· ὁποία ἦν ἡ λέγουσα ψυχή· «ὅτι τετρωμένη ἀγάπης ἐγώ». πλὴν ἀλλὰ καὶ τοῦτο τὸ βέλος ὡς ἐν φαρέτρᾳ καὶ θήκῃ βελῶν ἀπέκρυψεν ὁ θεὸς καὶ πατήρ, ἵνα μὴ πάντες αὐτὸ θεωρῶσι μηδὲ νοῶσιν εἰ μὴ μόνον οἱ ἄξιοι. καταλλήλως δὲ ἐπὶ τῇ τοῦ βέλους ἐπηγορίᾳ τῷ τῆς φαρέτρας ὀνόματι κέχρηται. φαρέτραν δὲ καὶ βελοθήκην οὐκ ἂν ἁμάρτοις εἰπὼν τὸ σαρκίον ὃ ἀνείληφεν ὁ τοῦ θεοῦ λόγος ἐπιδημῶν ἀνθρώποις. Τοιοῦτον δὲ κατεσκεύασας ἐμὲ τὸν ταῦτα λέγοντα κύριον, ὁ ἐμὸς θεὸς καὶ πατὴρ εἶπέν μοι ∆οῦλός μου εἶ σύ, Ἰσραήλ, καὶ ἐν σοὶ δοξασθήσομαι. ἐπειδὴ γὰρ προῆλθες ἐκ κοιλίας μητρὸς καὶ γένεσιν ὑπέμεινας τὴν ἐκ σπέρματος Ἰσραήλ, οὐκ ἐν ἑτέρῳ τε γένει οὐδ' ἐν ἀλλοφύλοις ἔθνεσι τὴν ἐνανθρώπησιν ἐποιήσω, ἀλλ' ἐν τῷ Ἰσραὴλ «ἐκ σπέρματος ∆αυὶδ κατὰ σάρκα» καὶ «ἐκ φυλῆς Ἰούδα» γενόμενος, εἰκότως καὶ αὐτὸς Ἰσραὴλ χρηματιεῖς ἂν καὶ δοῦλος διὰ τὸ «μορφὴν δούλου» «ἀνειληφέναι» καίτοι «μονογενῆ» ὄντα «υἱόν»· ἀλλὰ γὰρ ὁμοίως τοῖς ἔμπροσθεν καὶ ἐνταῦθα τὸ μὲν τοῦ υἱοῦ ὄνομα ἀποκρύπτει, δοῦλον δὲ ὀνομάζει τὴν τοῦ υἱοῦ προσηγορίαν τῇ αὐτοῦ παρουσίᾳ καὶ τῇ δι' αὐτοῦ πᾶσιν ἀνθρώποις ἀνακαλυφθείσῃ χάριτι ταμιευόμενος. εἶθ' ὅπερ οὐδενὶ τῶν πώποτε δούλων ὑπῆρξεν, τοῦτο διὰ σοῦ φησι γενήσεται· ἐν σοὶ γὰρ δοξασθήσομαι. ταῦτα μὲν οὖν ὁ θεὸς καὶ πατήρ· ἐγὼ δὲ ὁ ταῦτα λέγων κύριος τούτων ἀκούσας τῶν λόγων ἀπεκρινάμην καὶ