210
εἶπον· Καὶ πῶς «δοξασθήσῃ ἐν ἐμοί, ὦ πάτερ»; ὁπότε πολλὰ καμὼν καὶ μυρίους κόπους ὑπομείνας ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας οὐδὲν ἤνυσα· οἱ πλείους γὰρ αὐτῶν «ἐναπέμειναν τῇ ἀπιστίᾳ» καὶ πρῶτόν γε τὸ Ἰουδαίων ἔθνος. διό φημι· Κενῶς ἐκοπίασα, εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου. εἶτ' ἐπιφέρει· διὰ τοῦτο ἡ κρίσις μου παρὰ κυρίῳ, καὶ ὁ πόνος μου ἐναντίον τοῦ θεοῦ μου, ἢ κατὰ τὸν Σύμμαχον· τὸ κρίμα μου παρὰ τῷ κυρίῳ καὶ τὸ ἔργον μου παρὰ τῷ θεῷ μου. εἰ γὰρ καὶ μὴ ἄνθρωποι κατορθοῦσι μηδὲ ἀξίως τῶν ἐμῶν πόνων, ὧν ὑπέμεινα δι' αὐτούς, ὠφελοῦνται· ἀλλ' ἐγὼ τὰ παρ' ἐμαυτοῦ πράξας ἐναντίον τοῦ θεοῦ μου τὸ πατρικὸν ἐτελείωσα βούλημα. διὸ πρώτοις αὐτοῖς ἐκήρυξα τοῖς ἐκ περιτομῆς τὴν πατρικὴν χάριν· ὁ γὰρ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ καὶ ἐκ τοῦ Ἰσραὴλ «τὸ σῶμά μοι κατασκευάσας» πρώτοις αὐτοῖς κηρύξαι βεβούληταί με τὴν αὐτοῦ χάριν εἰς τὸ συναγαγεῖν τὸν Ἰακὼβ πρὸς αὐτὸν καὶ τὸν Ἰσραήλ. εἰκότως οὖν παραινεῖ λέγων· «Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ». ὁ μὲν οὖν πατὴρ εἰς τὸ συναγαγεῖν τὸν Ἰακὼβ καὶ τὸν Ἰσραὴλ εὐδόκησε τὴν εἰς ἀνθρώπους πάροδόν με ποιήσασθαι εἰπών· ἐν σοὶ δοξασθήσομαι. ἐγὼ δὲ «τὴν ἀπιστίαν καὶ τὴν σκληροκαρδίαν» θεωρῶν τοῦ Ἰσραὴλ εἶπον ἤδη πρότερον, ὅτι κενῶς ἐκοπίασα, εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου. καὶ ἐν ἑτέροις τοῦτ' αὐτὸ δηλῶν εἶπον· «τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν»; νῦν δέ φημι, ὅτι εἰ πολλοὶ τῶν ἀνθρώπων ἀπιστοῦσι καὶ τῇ ἑαυτῶν ἐπιμένουσι σκληροκαρδίᾳ, ἀλλ' ἐγὼ συναχθήσομαι ἐναντίον κυρίου, καὶ ὁ θεός μου ἔσται μοι ἰσχύς· μόνη γὰρ ἡ παρ' αὐτοῦ μοι δόξα πεφύλακται, καὶ αὐτός μού ἐστιν ἰσχύς. τὰ γοῦν θαυμάσια καὶ παράδοξα ἔργα τὰ δι' ἐμοῦ πεπραγμένα τῆς αὐτοῦ δυνάμεως ἦν παραστατικά. Ἑξῆς τούτοις ἐπιλέγει· καὶ εἶπέ μοι Μέγα σοί ἐστι τὸ κληθῆναί σε παῖδά μου, ἢ δοῦλόν μου κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς, τοῦ στῆσαι τὰς φυλὰς τοῦ Ἰακὼβ καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι. καὶ γὰρ ἦν ὡς ἀληθῶς μέγιστον ἔργον τοῦ σωτῆρος ἡμῶν τὸ «μορφὴν δούλου» «ἀναλαβεῖν» καὶ τὴν ἐν ἀνθρώποις ὑπομεῖναι γέννησιν. διὸ εἴρηται πρὸς αὐτόν· Μέγα σοί ἐστι τὸ κληθῆναί σε παῖδά μου, ἢ δοῦλόν μου κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. τὸ δ' αἴτιον τοῦ δοῦλον γενέσθαι τὸν σωτῆρα τοῦτ' ἦν, λέγω δὲ τό· στῆσαι τὰς φυλὰς τοῦ Ἰακὼβ καὶ τὰς διασπορὰς Ἰσραὴλ ἐπιστρέψαι. διὸ αὐτοῖς πρώτοις «ἐκήρυττεν αἰχμαλώτοις» οὖσι τὰς ψυχὰς «τὴν ἄφεσιν καὶ τυφλοῖς» οὖσι «τὴν ἀνάβλεψιν». ἐπειδὴ δὲ μὴ παρεδέχοντο τὴν χάριν ἐκεῖνοι, ἀκολούθως εἴρηται ἑξῆς· ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Ἑξῆς τούτοις τὸ προφητικὸν πνεῦμα τοῖς ἔθνεσι προσφωνεῖ λέγων· Οὕτως λέγει κύριος. εἶτ' ἐπεὶ μὴ ἐγίνωσκον, τίς ποτε ἦν ὁ κύριος ἐπιφέρει· ὁ ῥυσάμενος τὸν Ἰσραήλ, κατὰ δὲ τὸν Σύμμαχον· ὁ λυτρούμενος τὸν Ἰσραήλ, κατὰ δὲ τὸν Ἀκύλαν καὶ τὸν Θεοδοτίωνα· ἀγχιστεύων Ἰσραήλ.αὐτὸς γάρ φησιν ἐκεῖνος ὁ πάλαι τὸν Ἰσραὴλ ῥυσάμενος «ἐκ χειρὸς Αἰγυπτίων», αὐτὸς δὲ ὑμῖν τοῖς ἔθνεσι ταῦτα προσφωνεῖ καὶ διατάττεται λέγων· Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ· ὅσῳ γὰρ «ἑαυτὸν ἐταπείνωσε μέχρι θανάτου καὶ θανάτου σταυροῦ», τοσούτῳ ὑμεῖς αὐτὸν δοξάζετε, λέγω δὲ τοῦτον τὸν βδελλυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν ἀπίστων τῶν δουλευόντων «τοῖς ἄρχουσι τοῦ αἰῶνος τούτου», λέγω δὲ τοῖς πονηροῖς δαίμοσιν, οἳ γὰρ ἔτι τούτοις καταδεδουλωμένοι τὸν Χριστὸν τοῦ θεοῦ βλασφημοῦντες βδελλύττονται, διασύροντες καὶ χλευάζοντες καὶ φαυλίζοντες αὐτοῦ τὸν θάνατον. ἀλλὰ γὰρ ὑμεῖς οἷς ὁ λόγος προσφωνεῖ τοῦτον αὐτὸν ἁγιάσατε δοξάζοντες, ἐπεὶ καὶ «πᾶν γόνυ κάμψει αὐτῷ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, πᾶσά τε γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός». τότε