211
γοῦν τότε βασιλεῖς ὄψονται αὐτόν, καὶ ἀναστήσονται ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ, «ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς μετὰ τῶν ἀγγέλων αὐτοῦ καὶ καθίσῃ ἐπὶ θρόνου δόξης αὐτοῦ», «κρίνων ζῶντας καὶ νεκρούς». τότε γὰρ πάντες προσκυνήσουσιν αὐτῷ ἕνεκεν κυρίου τοῦ πατρὸς αὐτοῦ, ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραήλ, ὁ ἐκλεξάμενος αὐτόν. ἀντὶ δὲ τοῦ· καὶ ἐξελεξάμην σε, ὁ Σύμμαχος ὃς ἐξελέξατό σε εἴρηκε. Ταῦτα μὲν οὖν τοῖς ἔθνεσι παραδέδοται, τὰ δὲ ἐπιλεγόμενα εἰς αὐτοῦ πρόσωπον τοῦ σωτῆρος θεσπίζεται· ᾧ καί φησι τὸ πνεῦμα τὸ προφητικὸν ἐκ προσώπου τοῦ σωτῆρος· Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι καὶ ἔπλασά σε καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν. σφόδρα δὲ θαυμαστῶς εἴρηται τό· Καιρῷ δεκτῷ ἐπήκουσά σου, οὗτος δὲ ἦν ὁ τῆς ἀναστάσεως αὐτοῦ χρόνος· κατὰ μὲν γὰρ τὸν καιρὸν τοῦ πάθους «ἀνεβόησεν» ὁ σωτὴρ εἰπών· «ἠλὶ ἠλὶ λεμὰ σαβαχθάνι; τοῦτ' ἔστι· θεέ μου θεέ μου, ἱνατί με ἐγκατέλιπες»; ἀλλὰ καὶ προσεύχεται λέγων τό· «πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο». εἶθ' ὡς ἀνανεύοντα τὸν πατέρα ἑώρα, ἐπήγαγε· «πάτερ, εἰ μὴ δυνατὸν παρελθεῖν αὐτό, γενηθήτω τὸ θέλημά σου». ταύτην οὖν τὴν εὐχὴν εἰς καιρὸν δεχόμενος ὁ πατὴρ μετὰ τὸ πάθος καὶ μετὰ τὴν εἰς ᾅδου κάθοδον καιρὸν τῆς ἀναστάσεως αὐτοῦ δεικνύς φησι πρὸς αὐτόν· Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. ἀντὶ δὲ τοῦ· καὶ ἔπλασά σε, καὶ διετήρησά σε οἱ λοιποὶ ἑρμηνευταὶ εἰρήκασι. δι' ὧν αἰνιξάμενος αὐτοῦ τὴν ἀνάστασιν ἐπιφέρει· καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν, τῆς καινῆς διαθήκης κατὰ καιρὸν μνημονεύσας. εἶτα διασαφεῖ λέγων· τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους. πάλαι μὲν οὖν πρὸ τοῦ πάθους καὶ πρὶν χεῖρας ἐπιβαλεῖν αὐτῷ τοὺς ἐκ περιτομῆς ἐλέγετο· τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπιστρέψαι. ἀλλ' ἐπεὶ μὴ κατεδέξαντο τὴν χάριν, οὐκέτι μὲν ἐκείνων μέμνηνται, περὶ δὲ τῶν ἐθνῶν ἐνταῦθά φησι· καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους, ἢ κατὰ τὸν Σύμμαχον· ἀνεγεῖραι τὴν γῆν καὶ κληροδοτῆσαι κληροδοσίας ἠφανισμένας. τοιαῦται δὲ ἦσαν αἱ τῶν ἀθέων καὶ πολυθέων ψυχαὶ ἔρημοι θεοῦ καὶ ἀληθῶς παντελῶς ἠφανισμέναι. Ἀλλὰ καὶ εἰς τὸ εἰπεῖν φησι τοῖς ἐν δεσμοῖς Ἐξέλθετε· ἦσαν δὲ οὗτοι «σειραῖς ταῖς ἑαυτῶν ἁμαρτίαις κατεσφιγμένοι», οἷς τὴν ἄφεσιν κηρύξας καὶ τὸν τῆς ἀναγεννήσεως τρόπον παραδοὺς αὐτοῖς ἔργοις εἶπε τοῖς ἐν δεσμοῖς Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλυφθῆναι· «ἦμεν» γὰρ «πάντες τέκνα ὀργῆς» καὶ «ἦμέν ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ». εἶτ' εὐαγγελίζεται τοὺς τῶν προτέρων δεσμῶν καὶ τοῦ προτέρου σκότους ἠλευθερωμένους λέγων· ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν. ὁδοὶ δὲ καὶ τρίβοι, ἃς διώδευσαν οἱ πάλαι τοῦ θεοῦ ἄνδρες, αἱ θεόπνευστοί εἰσι γραφαί, ἐν αἷς βοσκόμενοι οἱ τῆς ἐπαγγελίας τυχόντες τῆς ἐνθέου καὶ λογικῆς τρυφῆς ἀπολαύουσιν ἀγαθὴν νομὴν ταύτην εὑρόμενοι, ὥστε λέγειν· «κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με». Οὕτω δὴ λογικῶς τρεφόμενοι οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων οὐδὲ ὁ ἥλιος. καύσωνα δὲ καὶ ἥλιον τὸν φλογμὸν τοῦ θνητοῦ βίου ἀποκαλεῖ καὶ τοῦ νομιζομένου ἐν ἀνθρώποις φωτὸς τὴν πρόσκαιρον ἀπόλαυσιν. ἀλλ' οὐδὲ ταῦτά φησι καθάψονται αὐτῶν, ἀλλ' ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς· πολλαὶ δὲ «πηγαὶ Ἰσραὴλ» καὶ «πηγαὶ σωτηρίου», αἱ μὲν τῆς παλαιᾶς διαθήκης, αἱ δὲ τῆς καινῆς. Καὶ θήσω δέ φησι πᾶν ὄρος εἰς ὁδόν, ἵνα μηδὲν αὐτοῖς ἄναντες ᾖ μηδὲ δύσβατον καὶ τραχύ, ἀλλὰ καὶ πᾶσαν τρίβον πάλιν εἰς βόσκημα θήσειν αὐτοῖς ἐπαγγέλλεται. ἤδη καὶ πρότερον ἡμῖν εἴρηται ὡς κατὰ τρόπους τρεῖς προσήκει νοεῖν