212
τὴν Σιὼν καὶ τὴν Ἰερουσαλήμ· καθ' ἕνα μὲν τρόπον ταπεινὸν καὶ Ἰουδαϊκόν, καθ' ἕτερον δὲ πᾶν τὸ θεοσεβὲς πολίτευμα συγκρίματι ψυχῶν νοούμενον, κατὰ δὲ τὸν ἐπαναβεβηκότα τρόπον ἡ ἐν οὐρανοῖς ἀγγελικὴ πολιτεία, περὶ ἧς φησιν ὁ Ἀπόστολος· «ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ ἡμῶν», καί· «προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ». ὧν οὕτως ἐχόντων ὁ παρὼν λόγος πρὸς τὸ θεοσεβὲς πολίτευμα, ὃ πάλαι μὲν παρὰ Ἰουδαίοις συνεστήκει, καθαιρεθὲν δὲ καὶ ὡσπερεὶ πτῶσιν πεπονθὸς παρ' αὐτοῖς μεταβέβληται ἐπὶ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν τὰ προκείμενα θεσπίζει. Τίσι δὲ ταῦτα πάντα εὐαγγελίζεται, διασαφεῖ ἑξῆς λέγων· ἰδοὺ οὗτοι πόρρωθεν ἥξουσιν, οὗτοι ἀπὸ βορρᾶ καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν, τῶν τεσσάρων ἐνταῦθα κλιμάτων τῆς γῆς δηλουμένων ἑνὸς μὲν διὰ τοῦ λέγεσθαι· ἰδοὺ οὗτοι πόρρωθεν ἥξουσιν, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ἰδοὺ οὗτοι μακρόθεν ἥξουσιν σεσιωπημένης τῆς χώρας, τῶν δὲ λοιπῶν τριῶν διὰ τῶν ἑξῆς παρισταμένων· βορρᾶν γὰρ καὶ δύσιν καὶ ἀνατολὴν σαφῶς σημαίνει λέγων· οὗτοι ἀπὸ βορρᾶ καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. εἰ δὲ οἱ μὲν ἀπὸ βορρᾶ, οἱ δὲ ἀπὸ θαλάσσης, τῶν δυτικῶν δηλαδὴ μερῶν, ἄλλοι δὲ ἐκ γῆς Περσῶν, δι' ὧν τὰ ἀνωτερικὰ σημαίνεται, ἀκόλουθόν ἐστι καὶ τοὺς πρώτους τοὺς ἀπὸ γῆς πόρρωθεν λεγομένους τοὺς μεσημβρινοὺς νοεῖσθαι, ἐπεὶ δὲ ἀκατάληπτος ἀνθρώποις ἡ νότιος γῆ ἐν τοῖς μεσημβρινοῖς τοῦ παντὸς κειμένη. πόρρωθεν ἥξειν αὐτοὺς εἰκότως ἔφη· πλὴν ἀλλὰ πανταχόθεν ἐκ τῶν τεσσάρων κλιμάτων ἥξειν πρὸς τὸν θεὸν καὶ τὰς προλεχθείσας ἐπαγγελίας ἀπολήψεσθαι ὁ λόγος θεσπίζει. Εἶτ' ἐπὶ τῇ κοινῇ πάντων ἀνθρώπων σωτηρίᾳ ἐπιβοᾷ· εὐφραίνεσθε, οὐρανοί· «χαρὰ» γὰρ «ἐν οὐρανῷ γίνεται καὶ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι», καὶ ἀγαλλιάσθω φησὶν ἡ γῆ, οἷα μήτηρ χαίρουσα ἐπὶ σῳζομένοις υἱοῖς. ἀντὶ δὲ τοῦ· ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην, ὁ Σύμμαχος· ἱλαρευθήσεται ὄρη ἐπὶ πᾶσιν, ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων κελαδήσατε ὄρη αἴνεσιν εἰρήκασιν· οὐκοῦν καὶ τὰ ὄρη ὡς λογικὰ χαίρειν καὶ ἀγαλλιᾶν ἐπὶ τῇ τῶν ἀνθρώπων σωτηρίᾳ προστάττεται. εἶεν δ' ἂν ὄρη ψυχαὶ ἐπὶ γῆς μὲν ἔτι βιοῦσαι, σφόδρα δὲ εἰς ὕψος ἐπηρμέναι διὰ τῆς τῶν ἀρετῶν κατορθώσεως ἢ καὶ θεῖαι καὶ οὐράνιαι δυνάμεις, αἷς εὐφραίνεσθαι παρακελεύεται, ἐπειδὴ ἠλέησεν ὁ θεὸς τὸν λαὸν αὐτοῦ καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν. τίνες δὲ ἦσαν οὗτοι ἀλλ' ἢ οἱ προδηλωθέντες, δηλαδὴ οἱ ἀπὸ τῶν τεσσάρων κλιμάτων τῆς γῆς τοῦ παντὸς ἀνακεκλημένοι; 2.36 Προειπὼν γοῦν περὶ τῆς τῶν ἐθνῶν κλήσεως τὰ δηλωθέντα ὡς περὶ νήσων καὶ ἐθνῶν ἀκολούθως διὰ τῶν παρόντων ἐπήγαγεν, ὅτι εἰ καὶ καθῄρηται ἡ παρὰ Ἰουδαίοις Σιών, τοῦτ' ἔστι τὸ θεοσεβὲς πολίτευμα τὸ πάλαι συνεστὼς παρ' αὐτοῖς, ἀλλὰ μὴ λεγέτω Ἐγκατέλιπέ με κύριος, καὶ ὁ θεὸς ἐπελάθετό μου· οὔτε γὰρ δυνατὸν λήθην ποιήσασθαι τὸν θεὸν τοῦ ἐν ἀνθρώποις θεοσεβοῦς πολιτεύματος. καὶ παραδείγματι κέχρηται φυσικῷ· ὡς γὰρ ἀδύνατόν ἐστι μητέρα τοῦ ἰδίου τέκνου λαθεῖν καὶ ὡς οὐ δυνατὸν μὴ ἐλεῆσαι τὴν γεννήσασαν τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς, οὕτως κἀμὲ τὰς ἐν ἀνθρώποις λογικὰς ψυχὰς ὥσπερ τέκνα συστησάμενον ἀδύνατόν ἐστιν ἐπιλαθέσθαι τοῦ ἐν ἀνθρώποις θεοσεβοῦς πολιτεύματος. διὸ μὴ λεγέτω ἡ Σιών Ἐγκατέλιπέ με κύριος, καὶ ὁ θεὸς ἐπελάθετό μου· θᾶττον γὰρ μήτηρ ἐπιλάθοιτο τῶν ἑαυτῆς σπλάγχνων ἢ ἐγὼ τοῦ τῶν ἀνθρώπων γένους, ὅπερ δεῖ πάντως συνεστάναι, «εἴτε ἐξ Ἰουδαίων εἴτε ἐξ Ἑλλήνων» εἴτε ἐξ ὁποίων δὴ ἐθνῶν. σφόδρα δὲ ἀναγκαίως ἐπεξεργάζεται τὴν διάνοιαν λέγων· ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφηκά σου τὰ τείχη, καὶ ἐναντίον μου εἶ διὰ παντός, δι' ὧν ἄντικρυς παρίστησι τὴν ἀληθινὴν Σιὼν ἄπτωτον εἶναι καὶ ἀκαθαίρετον ἀεὶ μένουσαν καὶ διὰ παντὸς συνεστῶσαν. ὥστ' εἴ τις αὐτῆς ἐν θεωρίᾳ γενέσθαι ποθεῖ μὴ κάτω περιβλεπέσθω μηδὲ ἐπὶ τῆς Παλαιστίνης χώρας αὐτὴν