213
ἀναζητείτω, ἀκουέτω δὲ τοῦ θεοῦ λέγοντος αὐτῇ· ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφηκά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διὰ παντός· χεῖρες γὰρ ὡς ἀληθῶς θεοῦ τὴν τοιαύτην οἰκοδομοῦσι πόλιν, μᾶλλον δὲ διατυποῦσιν αὐτὴν καὶ διαζωγράφουσιν, ὥσπερ ἐν πίνακος γραφῇ διαχαράττουσαι τὴν θέσιν καὶ τοὺς τύπους τῆς κατὰ θεὸν πολιτείας ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς συνιστῶσαι. ὃ δὴ καὶ αὐτὸς ὁ τῆς ἑαυτοῦ πόλεως οἰκοδόμος, δηλαδὴ ὁ τοῦ θεοῦ λόγος ἐδίδασκε λέγων· «ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς». τὸ γὰρ θεοσεβὲς πολίτευμα καὶ ἡ ἄπτωτος καὶ ἀκαθαίρετος τοῦ θεοῦ πόλις ἡ λεγομένη Σιὼν καὶ ἐπὶ τῶν κατορθούντων ἐπὶ τῷ προτέρῳ λαῷ νοεῖται καὶ ἐπὶ τῶν ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ διαπρεπόντων. διὸ λέλεκται πρὸς αὐτήν· μὴ λέγε Ἐγκατέλιπέ με κύριος, καὶ ὁ θεὸς ἐπελάθετό μου· οὐ γὰρ ἐπιλήσομαι σοῦ, εἶπε κύριος. ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφηκά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διὰ παντός. Εἶτ' ἐπειδήπερ ἐν βραχεῖ χρόνῳ ἡ ἐξ ἐθνῶν ἐκκλησία συνέστη μετὰ τὴν ἀπόπτωσιν τοῦ παρὰ Ἰουδαίοις θεοσεβοῦς πολιτεύματος, ἐπιλέγει ἑξῆς· καὶ ταχὺ οἰκοδομηθήσῃ ὑφ' ὧν καθῃρέθης· ὥσπερ γὰρ Ἰουδαῖοι τῆς καθαιρέσεως αὐτῆς γεγόνασιν αἴτιοι, οὕτω πάλιν ἐξ αὐτῶν ἦσαν οἱ τῆς νέας οἰκοδομῆς ἐργάται, οἱ ἀπόστολοι δηλαδὴ τοῦ σωτῆρος ἡμῶν, μαθηταί τε καὶ εὐαγγελισταί, δι' ὧν ἡ ἐξ ἐθνῶν ἐκκλησία τοῦ θεοῦ ἀνεγήγερται. καὶ αὐτοὶ δὲ οὗτοι τὴν Ἰουδαϊκὴν ἐθελοθρησκείαν καθελόντες, ὡς ὁ Παῦλος διδάσκει λέγων· «εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ», τὴν νέαν Σιὼν κατὰ τὴν εὐαγγελικὴν συνεστήσαντο πολιτείαν, ἕτεροι δὲ παρὰ τούτους δηλοῦνται ἑξῆς οἱ ἐρημώσαντες μὲν τὴν Σιών, οὐ μὴν καὶ οἰκοδομήσαντες αὐτήν, περὶ ὧν εἴρηται· καὶ οἱ ἐρημώσαντές σε ἐκ σοῦ ἐξελεύσονται. θαυμάσαι δέ ἐστιν, ὅπως πρὸς τῇ διανοίᾳ καὶ κατὰ τὴν ἱστορίαν ὁ λόγος ἐπληροῦτο τοῦ παντὸς Ἰουδαίων ἔθνους μετὰ τὴν σύστασιν τῆς ἐξ ἐθνῶν ἐκκλησίας ἀποβλήτου γενομένου τῆς αἰσθητῆς πόλεως τῆς κατὰ Παλαιστίνην κειμένης πρὸς τῷ καὶ τοῦ θεοσεβοῦς πολιτεύματος ἐκπεσεῖν. Μετὰ ταῦτα προσωποποιεῖ ὥσπερ τινὰ νύμφην εἰσάγων ἐπὶ πλήθει τέκνων κομῶσαν, προσφωνεῖ τε αὐτῇ λέγων· ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε πάντας, ἰδοὺ συνήχθησαν καὶ ἤλθοσαν πρὸς σέ· ζῶ ἐγώ, λέγει κύριος, ὅτι πάντας αὐτοὺς ὡς κόσμον ἐνδύσει. τίνας δὲ πάντας οὐκ εἴρηκεν διὰ τὸ ἤδη προφθάσαι καὶ διδάξαι, τίνες ἦσαν καὶ πόθεν οὗτοι, ἐν οἷς ἔλεγεν· «ἰδοὺ οὗτοι πόρρωθεν ἥξουσιν, οὗτοι ἀπὸ βορρᾶ καὶ θαλάσσης, ἄλλοι ἐκ γῆς Περσῶν». οὗτοι πάντες φησὶ συνήχθησαν καὶ ἤλθοσαν πρὸς σέ· ζῶ ἐγώ, λέγει κύριος, ὅτι πάντας αὐτοὺς ὡς κόσμον ἐνδύσῃ καὶ ἐπιθήσῃ αὐτοὺς ὡς κόσμον νύμφης· κοσμίαις γοῦν ψυχαῖς ταῖς ἐν αὐτῇ διαπρεπούσαις ἡ νύμφη τοῦ κυρίου, ἡ ἐκκλησία δηλαδὴ σεμνύνεται φαιδρυνομένη καὶ καλλωπιζομένη τῷ πλήθει τῶν ἀρετῶν καὶ τῶν ἐξ ἁγίου πνεύματος χορηγουμένων αὐτῇ χαρισμάτων. Εἶτά φησι· καὶ τὰ ἔρημά σου καὶ τὰ κατεφθαρμένα καὶ τὰ καταπεπτωκότα νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων σε· ἀντὶ γὰρ τῶν ἀποβλήτων τοῦ ἐκ περιτομῆς λαοῦ τὸ πολὺ πλῆθος τῆς ἐκκλησίας καθ' ὅλης τῆς οἰκουμένης ἐξ ἁπάντων ἀντεισήχθη τῶν ἐθνῶν. ἀλλ' οὗτοι μὲν εἰσεποιήθησαν, μακρυνθήσονται δέ φησιν ἀπὸ σοῦ οἱ καταπίνοντές σε. ὁποῖοι ἦσαν πάλαι πρότερον οἱ ἐν τῷ ἐκ περιτομῆς λαῷ πολλὰ δυνάμενοι ψευδοπροφῆται καὶ Φαρισαῖοι καὶ Σαδδουκαῖοι κἀκεῖνοι, περὶ ὧν ἐλέγετο· «οἱ καταπίνοντες τὸν λαὸν ὅλῳ τῷ στόματι», οὓς ἐλαθήσεσθαι καὶ μακρυνθήσεσθαι τῆς καινῆς καὶ νέας τοῦ θεοῦ πόλεως προλέγει, τοσοῦτον δὲ ἔσεσθαι τὸ πολὺ πλῆθος τῶν προσιόντων τῇ δηλωθείσῃ πόλει θεσπίζει ὡς ἐθέλειν οἰκοδομὰς εὐρυτέρας καὶ μείζους. Ὃ δὴ αὐτὸ δηλοῦται ἐν τῷ· ἐροῦσι γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου οὓς ἀπώλεσας Στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον ἵνα κατοικήσω·