214
ἦσαν γὰρ ἐν ἀπωλείᾳ ποτὲ οὗτοι οἱ διὰ τῆς σωτηρίου χάριτος τῇ πολιτείᾳ τοῦ θεοῦ προσδραμόντες, οὓς ὁρῶσα ἡ ἐκκλησία τοῦ θεοῦ ἀποθαυμάσει λέγουσα· Τίς ἐγέννησέ μοι τούτους; τὸ ξένον τῆς τῶν ἐθνῶν κλήσεως ἐκπληττομένη, ὁμολογήσει τε τὴν ἐπισυμβᾶσαν αὐτῇ ἐκ τοῦ Ἰουδαίων ἔθνους ἀτεκνίαν. διό φησιν· ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, τούτους δὲ τίς ἐξέθρεψέ μοι; ἐγὼ δὲ κατελείφθην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν; Εἶτ' ἐπειδήπερ ἠπόρησεν, ἀποκρίνεται πρὸς αὐτὴν ὁ θεὸς λέγων· Ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου, καὶ ἄξουσι τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπ' ὤμων ἀροῦσι, διδάσκων ὅτι υἱοὺς αὐτῆς καὶ θυγατέρας, περὶ ὧν εἶπεν, ὅτι οὗτοι δέ μοι ποῦ ἦσαν; ἐκ τῆς ἐκλογῆς τῶν ἐθνῶν πρὸς αὐτὴν συνάξει. τὴν χεῖρα δέ μού φησιν ἀρῶ εἰς τὰ ἔθνη καὶ εἰς τὰς νήσους, δηλαδὴ τῆς ἐκκλησίας τὸ σύσσημον. ποῖον δὲ τοῦτο ἢ τοῦ σωτηρίου πάθους καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ τὸ εὐαγγελικὸν κήρυγμα, μεθ' ὃ ἄξουσί φησι τοὺς υἱούς σου βασταζομένους ἐν ἀγκάλαις· οὕτως γὰρ ἡρμήνευσεν ὁ Ἀκύλας καὶ ὁ Θεοδοτίων· ὁ μὲν εἰπών· καὶ ἄξουσι τοὺς υἱούς σου ἐν ἀγκάλαις, ὁ δέ· καὶ οἴσουσι τοὺς υἱούς σου ἐν ἀγκάλαις, τὰς δὲ θυγατέρας σου ἐπ' ὤμων ἀροῦσι. τίνες δὲ τοῦτο πράξουσιν ἢ πάντως που οἱ τοὺς εἰσαγομένους εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ χειραγωγοῦντες αὐτῶν τὴν φρενῶν νηπιότητα; οἷος ἦν Παῦλος λέγων Κορινθίοις· «γάλα ὑμᾶς ἐπότισα». Καὶ τιθηνοὺς δὲ ἑξῆς τῆς ἐκκλησίας τοῦ θεοῦ βασιλεῖς εἰσάγει καὶ τὰς ἀρχούσας αὐτῶν τῆς αὐτῆς γενήσεσθαι τροφούς φησιν. ὅπερ καὶ αὐτὸ κατὰ λέξιν πληρούμενον αὐτοῖς εἴδομεν ὀφθαλμοῖς τῶν κρατούντων τῆς ἀνωτάτω ἀρχῆς τιθηνῶν τρόπον διαβασταζόντων τὴν τοῦ θεοῦ ἐκκλησίαν, αἱ δὲ τούτων ἄρχουσαι, δηλαδὴ αἱ καθ' ἕκαστον ἔθνος καὶ καθ' ἑκάστην ἐπαρχίαν «ἀρχαὶ καὶ ἐξουσίαι» τῇ ἀνωτάτω βασιλείᾳ διακονούμεναι τροφῶν δίκην ἐξυπηρετήσονται τοῖς ἐνδεέσι τῆς ἐκκλησίας νεύματι βασιλικῷ τὰ σιτηρέσια χορηγοῦσαι αὐτοῖς· διὸ τροφοὶ αὐτῆς ὠνομάσθησαν, ἢ κατὰ τὸν Σύμμαχον γαλοῦχοι φήσαντα· καὶ ἄρχουσαι αὐτῶν γαλοῦχοί σου. τίς δὲ ὀφθαλμοῖς ὁρῶν «τὰς» εἰρημένας «ἀρχὰς καὶ τὰς ἐξουσίας» ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ γόνυ καμπτούσας καὶ τὸ μέτωπον ἐρειδούσας ἐπὶ τοῦ ἐδάφους, οὐκ ἂν ὁμολογήσειε πρὸς λέξιν καὶ πρὸς ἱστορίαν τέλος εἰληφέναι καὶ ταύτην τὴν προφητείαν διαρρήδην φήσασαν· ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσί σοι καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσιν. ἐπειδὰν δὲ ταῦτά φησι δι' ἔργων χωρήσῃ, τότε γνώσῃ ὅτι ἐγὼ κύριος, καὶ οὐκ αἰσχυνθήσονται οἱ ὑπομένοντές με· καλὸν γὰρ τὸ μὴ ὀλιγωρεῖν μηδ' ἀπογινώσκειν τὴν ἐλπίδα τῶν ἐπηγγελμένων πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως· οὐ γὰρ αἰσχυνθήσονται οἱ ὑπομένοντες αὐτόν. Ταῦτ' εἰπὼν ἑξῆς διδάσκει τίνα τρόπον τὰ ὑποχείρια τῷ διαβόλῳ ἔθνη ἠλευθερώθη αὐτοῦ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν δυνάμεως· λέγει γάρ· μὴ λήψεταί τις παρὰ γίγαντος σκῦλα; γίγαντα σημαίνων τὸν διάβολον καὶ τὴν ἀντικειμένην δύναμιν. μήτι οὖν τῷ τυχόντι φησὶ δυνατόν ἐστι γίγαντα παρατάξασθαι καὶ σκυλεῦσαι τὸν οὕτως ἰσχυρόν; εἰ δὲ καὶ ἐπιχειρήσειέ τις τὸν τοιοῦτον αἰχμαλωτεῦσαι, δικαίως γε ποιῶν ἄρα σωθήσεται; οὐχὶ κρατηθεὶς ὑπὸ τοῦ γίγαντος ὡς ὑπὸ ἰσχυροτέρου κινδυνεύσει περὶ τῆς αὐτοῦ σωτηρίας; ἀντὶ δὲ τοῦ ἀδίκως ἡ Ἑβραϊκὴ λέξις δικαίως περιέχει· ὁ γὰρ αἰχμαλωτεύων γίγαντα δικαίως τοῦτο ποιήσειε καὶ ὁ σκυλεύων αὐτὸν ὁμοίως. ὅθεν ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων δίκαιον ἡρμήνευσαν· δίκαιον γὰρ τὸν τύραννον καὶ πάντα τὸν ἀδίκως κατέχοντα σκυλεύειν καὶ αἰχμάλωτον ποιεῖν, ἀλλὰ γὰρ τίς οὗτος ὁ δυνατὸς παρατάξασθαι τῷ τοιούτῳ καὶ διασωθῆναι ἀνθρώπων μὲν οὐδείς, «τὸ δὲ παρὰ ἀνθρώποις ἀδύνατον ὅπως θεῷ δυνατόν ἐστιν», ἐπακούσατε· Οὕτως λέγει κύριος· καὶ γίγας σκυλευθήσεται καὶ ὁ σκυλεύων αὐτὸν σωθήσεται. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· ἀλλὰ καὶ αἰχμαλωσία δυνατοῦ ληφθήσεται καὶ λῆψις φοβεροῦ