1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

216

θάλασσαν ξηρὰν» κατέστησα βουληθεὶς τοὺς προπάτορας ὑμῶν δι' αὐτῆς ἀγαγεῖν καὶ «ἐπὶ τοῦ Ἰορδάνου» δὲ «ποταμοῦ» ἀναδραμόντος εἰς τοὐπίσω τοῦ ῥεύματος διῆλθον ὡς διὰ ξηρᾶς χώρας οἱ τηνικαῦτα ὑπὸ τῆς ἐμῆς δυνάμεως ποδηγούμενοι. πάντως δήπου καὶ τὰς κατ' Αἰγυπτίων δέκα πληγὰς οὐκ ἀγνοεῖτε, καθὼς ὡσπερεὶ σάκκῳ περιβαλὼν τὸν οὐρανὸν σκότος τριήμερον εἰργασάμην. Τί οὖν ὁ τοσαῦτα ἐνδειξάμενος ἐπὶ τῶν ὑμετέρων προπατόρων οὐχ οἷός τε ἤμην καὶ νῦν ἐμαυτὸν καὶ τὸ δι' ἀνθρώπους ἀναληφθέν μοι ὄργανον σωματικὸν τῶν ὑμετέρων ἐξελέσθαι χειρῶν; ἀλλ' ἐπεὶ τοῦτο ἐδόκει τῷ ἐπὶ πάντων καὶ ἀνωτάτῳ κυρίῳ, ὃς καὶ ἐμοῦ αὐτοῦ κύριος ὢν καὶ πατὴρ τυγχάνει, διὸ δὴ καὶ αὐτὸν κύριον ὀνομάζων φημί· Κύριος κύριος δίδωσίν μοι γλῶσσαν παιδείας τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον. εἰκότως «καὶ ὅτε κατηγορούμενος» «ἐσιώπων» καὶ ψευδομαρτυρούμενος παρ' ὑμῶν «οὐδὲν ἀπεκρινάμην», τοῦτ' ἔπραττον παραγγελίᾳ τοῦ πατρός, ἐπεὶ γὰρ ἐχρῆν «ὑπήκοον αὐτῷ γενέσθαι» «μέχρι θανάτου». τούτου χάριν σιωπὴν ἦγον τὰς ὕβρεις τὰς ὑπὲρ ὑμῶν ἀναδεχόμενος εὖ εἰδώς, ὅτι ποτὲ ἔσται καιρός, καθ' ὃν «οὐκέτι σιωπήσομαι», ἀλλὰ παρὰ τοῦ πατρὸς λαβὼν γλῶσσαν παιδείας ταύτῃ χρήσομαι εὐκαίρως, ἡνίκα δεῖ εἰπεῖν λόγον. γένοιτο δ' ἂν οὗτος ὁ καιρός, καθ' ὃν τὰς ἐμὰς ἐκκλησίας καθ' ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης ἱδρύσω· τότε γὰρ οὐκέτι μὲν σιωπῇ χρήσομαι, βοήσομαι δὲ εἰς ἐπήκοον πᾶσι τοῖς ἔθνεσι τὸν ἐμαυτοῦ γνωρίζων πατέρα, ὃς κατὰ τὸν εἰρημένον χρόνον χαριεῖταί μοι ὠτία ἀκουστικὰ συνιέναι δυνάμενα τῆς ἐμῆς διδασκαλίας τὸν νοῦν, ἅπερ ταῖς ἑωθιναῖς ὥραις προσεδρεύοντα τῆς ἐμῆς μεταλήψεται παιδεύσεως. αὐτὸς γὰρ ὁ ἐμὸς κύριος τὰ ἐμὰ ὦτα τὰ ἐμοὶ προσεδρεύοντα καὶ ἐμοὶ μαθητευόμενα διανοίξει. διό φημι· ἔθηκέ μοι πρωΐ, ἢ κατὰ τὸν Σύμμαχον· ἔθηκέ μοι πρωῒ γύρῳ, ἢ κατὰ τὸν Ἀκύλαν· ἐγείρει ἐν πρωΐᾳ ἐν πρωΐᾳ ἐξεγείρει μοι ὠτίον τοῦ ἀκούειν· ὑμᾶς μὲν γὰρ καλῶν οὐκ εἶχον ὑπακούοντας. διὸ ἔλεγον· διότι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος; ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων; τοῖς δὲ ὑπὸ τοῦ πατρὸς χαρισθησομένοις μοι μαθηταῖς κατὰ καιρὸν διαλεχθήσομαι τῆς τοῦ πατρὸς χάριτος, ἐμοὶ μὲν τότε λόγον παρεχούσης καὶ γλῶσσαν παιδείας, τοῖς δὲ ἐμοῖς μαθηταῖς ὠτία εἰς τὸ συνιέναι δύνασθαι τὴν τῶν ἐμῶν λόγων παιδείαν. ταῦτα μὲν οὖν οἶδα κατὰ καιρὸν γενησόμενα, τέως δὲ ἐπὶ τοῦ παρόντος ὁπηνίκα τὴν ἐμαυτοῦ πρὸς ὑμᾶς ἄφιξιν ἐποιησάμην. «ἐζήτουν» μὲν παρ' ὑμῖν τοὺς βουλομένους «σωθῆναι» οὐ μὴν εὑρίσκων, ἀλλὰ καὶ πάντας ὑμᾶς ἀνακαλούμενος, οὐκ εἶχον ὑπακούοντας, καὶ ἐπιστάντος δὲ τοῦ καιροῦ τῶν ὑμετέρων τολμημάτων βουλομένου τοῦ πατρὸς σιωπὴν ἦγον ὡς μηδὲν ἀποκρίνασθαι συκοφαντούμενον. Αὐτίκα δ' οὖν καὶ τύπτειν βουλομένοις παρεῖχον τὸν ἐμαυτοῦ νῶτον, ὑβρίζουσί τε αἰσχρῶς καὶ κατὰ τοῦ προσώπου τύπτουσι παρεῖχον τὰς σιαγόνας καὶ τὸ πρόσωπον δέ μου πληρούμενον τῶν ὑμετέρων σιέλων οὐκ ἀπέστρεφον, ἔμενον δὲ ἀδιάτρεπτος τὸν ἐμαυτοῦ σωματικὸν ἄνθρωπον ἔκδοτον παντοίαις ἀτιμίαις καὶ ὕβρεσι παρέχων μηδένα κατὰ μηδὲν ἀμυνόμενος· ἀπήρκει γάρ μοι τὸ νεῦμα τὸ πατρικόν, ᾧ «γινόμενος ὑπήκοος» τῶν ἁπάντων ἠνειχόμην εἰδώς, ὅτι ὁ κυριεύων τῶν ὅλων κύριος βοηθός μοι παρῆν. διὸ καὶ τὸ πρόσωπόν μου ὡσεὶ στερεὰν πέτραν παρέστησα πεπεισμένος, ὡς οὐ φέρει μοι αἰσχύνην ἡ πρὸς τὸν πατέρα ὑπακοή, ὃν καὶ πλησίον μου ἑστῶτα καὶ ὥσπερ ἀγωνοθετοῦντα τοῖς γινομένοις καὶ τὴν ἐμὴν δικαιοῦντα ὑπομονὴν διὰ παντὸς ἑώρων. εἰ δέ τις ἔχοι τὰς κατ' ἐμοῦ ὕβρεις καὶ τὸν θάνατον αὐτὸν ἐνδίκως ἐπενηνέχθαι μοι φάναι διά τινα πλημμελήματα, δεικνύτω παρελθὼν εἰς μέσον, εἴ τις αἰτία ἢ πρόφασις ἐξ ἐμοῦ τῆς τοσαύτης κατ' ἐμοῦ ὕβρεως γέγονεν. Εἰ δὴ βούλοιτό τις κρίνεσθαί μοι καὶ τοιοῦτό τι ἀπελέγχειν, ἐγγισάτω μοι, εἰς μέσον τε παρελθὼν στήτω καὶ ἐλεγχέτω. οὐδενὸς δὲ ἔχοντος μέμψιν ἐπαγαγεῖν μήτε τῇ