217
διδασκαλίᾳ μήτε ταῖς πράξεσι ταῖς ὑπ' ἐμοῦ πεπραγμέναις, εἰκότως ὁ μὲν ἐμὸς κύριος βοηθὸς ἐμοὶ παρέσται. ἐπαμύνοντος γάρ φησι τοῦ θεοῦ καὶ πατρὸς καὶ πᾶσαν ὑμῶν ἐπήρειαν ἀφανίζοντος καὶ τὴν ἐμὴν ἱστάντος δόξαν, τίς ἔσται τοσοῦτος ἐν ὑμῖν ὡς ἀντιτάξασθαι τῇ ἀνικήτῳ βουλῇ καὶ κακῶσαι δύνασθαι τὸν παρ' αὐτοῦ βοηθούμενον; οὐκοῦν εἴπερ τινὲς ἦσαν νουνεχεῖς οἱ γραμματεῖς τε καὶ Φαρισαῖοι, ἀπόσχοιντο ἂν τῶν κατ' αὐτοῦ σκεμμάτων τε καὶ ἐγχειρημάτων διὰ προφητῶν ἁγίων προεγνωκότες, ὡς οὐκ ἂν ἰσχύσειαν ἀδικῆσαι Χριστὸν θεὸν ὄντα καὶ κύριον καὶ υἱὸν ἀληθινὸν τοῦ πατρός. Ὑμεῖς δὲ πάντες ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ σὴς καταφάγεται ὑμᾶς, ἢ καὶ εὐρὼς κατὰ τὸν Σύμμαχον, ἢ βρωτὴρ κατὰ τὸν Ἀκύλαν. δι' ὧν σημαίνει τὴν παλαίωσιν τῆς κατ' αὐτοὺς σωματικῆς λατρείας· «πᾶν γὰρ τὸ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ». σῆτα δὲ καταβιβρώσκοντα αὐτοὺς τὴν συνείδησιν ὧν τετολμήκασι δηλοῖ, δίκην σκώληκος κατεσθιούσης τὴν ψυχήν· ὁρῶντες γὰρ τὴν τῶν ἐθνῶν ἐπὶ τὸν θεὸν ἐπιστροφὴν καὶ τὴν ἑαυτῶν ἀπόπτωσιν, ἣν ὑπέμειναν διὰ τὰς ἀσεβείας αὐτῶν, ὑπὸ τῆς συνειδήσεως τιτρώσκονται καὶ κατεσθίονται. διὸ καὶ ἐπὶ τέλει τῆς μετὰ χεῖρας βίβλου περὶ τῶν αὐτῶν ὁ αὐτὸς θεσπίζει λέγων· «ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται, καὶ ἔσται εἰς ὅρασιν πάσῃ σαρκί». Τοσαῦτα περὶ τῶν κατὰ τὸ πάθος αὐτῷ συμβεβηκότων ἐπελθὼν αὐτὸς ὁ κύριος ἐπιφέρει τοῖς αὐτοῖς προσφωνῶν· Καὶ νῦν, εἴ τίς ἐστιν ἐν ὑμῖν ὁ φοβούμενος τὸν κύριον, ὑπακουσάτω τῷ παιδὶ αὐτοῦ. ἑαυτὸν δὲ παῖδα θεοῦ λέγων ἐφίησι νοεῖν, ὅτι καὶ ἄνθρωπος γεγονὼς υἱός ἐστιν ἀληθινὸς τοῦ θεοῦ καὶ πατρός. καὶ τὸ ἀκοῦσαι τῆς αὐτοῦ φωνῆς οὐ «νόμου παράβασις» ἦν, ἀλλὰ βεβαίωσις νόμου διὰ τύπου καὶ σκιᾶς προαναγράφοντος τὴν ἀλήθειαν, ἥτις ἐστὶν ὁ θεὸς καὶ τὰ αὐτοῦ θεσπίσματα. «οὐ» γὰρ «βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν αὐτοῦ». ὅθεν ἔτι καὶ νῦν ὑμᾶς ἀνακαλοῦμαι ἐν τῷ τῆς ἀγνοίας σκότῳ τυγχάνοντας καί φημι· Οἱ πορευόμενοι ἐν σκότει καὶ οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθετε ἐπὶ τῷ ὀνόματι κυρίου καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ θεῷ. μόνον ἥκετε καὶ ὑπακούσατε, ἐπαγγελλομένῳ τε ὑμῖν σωτηρίαν πιστεύσατε. Ἀλλ' ὡς ὁρῶ, πάσης μὲν ἀγαθῆς ἐλπίδος ἑαυτοὺς ἀποκλείετε, τὸ δὲ ἑαυτῶν πῦρ σωρεύετε καὶ κατισχύετε τὴν ἑαυτῶν φλόγα τῇ ἑαυτῶν «ἐπιμένοντες ἀπιστίᾳ» καὶ ταῖς κατ' ἐμοῦ βλασφημίαις τὸ περιμένον ὑμᾶς τῆς «αἰωνίου κολάσεως» πῦρ μειζόνως ἐξάπτοντες. διὸ καὶ ἐν λύπῃ κοιμηθήσεσθε, ἢ κατὰ τὸν Σύμμαχον· ἐν ὀδύνῃ κοιμηθήσεσθε, ἢ κατὰ τὸν Ἀκύλαν· εἰς διαπόνησιν κοιμηθήσεσθε. Ἀλλ' ἵνα μὴ ταῦτα πάθοιτε, ἔτι καὶ νῦν παραινῶ ἐπιστρέψαι καὶ τούτων ἐπακοῦσαί μου τῶν λόγων. καὶ δὴ ἀκούετε, ὦ ἄνδρες οἱ προσποιούμενοί τε τὸν κύριον τιμᾶν, ἐναντία δὲ πράττοντες τῇ τοῦ κυρίου βουλῇ ἐν τῷ τὸ δίκαιον ἐλαύνειν καὶ τὴν ἀλήθειαν αὐτὴν ἔχθραν ἡγεῖσθαι, ἐπειδὴ ἐκ πολλῆς ἄγαν ἀβελτηρίας οἱ τῶν Ἰουδαίων δῆμοι τὸν μονογενῆ τοῦ θεοῦ λόγον ὁρῶντες ἐν εἴδει τῷ καθ' ἡμᾶς, τοῦτ' ἔστιν γενόμενον ἄνθρωπον, οὐ συνίεσαν μὲν τὸ ἐπ' αὐτῷ μυστήριον, ἀσυνετοῦντες δὲ πλεισταχοῦ παλιμφήμοις ἐλύπουν φωναῖς ἀνοσίως. καθάπερ ἔφην ἀρτίως, ἐναργῆ καθίστησιν αὐτοῖς τὴν εὐπρεπεστάτην αὐτοῦ δόξαν τε καὶ δύναμιν, καὶ τοῦ μικρὰ φρονεῖν ἐπ' αὐτῷ βούλεσθαί τινας ἀποκομίζει λέγων· «πεποίθατε ἐπὶ τῷ κυρίῳ». ἐναργέστατα δὴ οὖν κύριον ἑαυτὸν καὶ θεὸν εἶναί φησιν, ἀποκομίζων ὡς ἔφην τοῦ χαμαιπετῆ περὶ αὐτοῦ βούλεσθαι φρονεῖν τε καὶ λέγειν. τί οὖν ἐστιν ὅ φημι· ἀποβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ὃν ὠρύξατε. ἀντὶ δὲ τοῦ· καὶ εἰς τὸν βόθυνον, ὁ Σύμμαχος· εἰς τὴν τρυμαλιάν, ὁ δὲ Ἀκύλας· πρὸς ἐκκοπήν. ἔοικε δὲ διὰ τούτων ὁ λόγος αἰνίττεσθαι αὐτὴν ἐκείνην τὴν τὸ σῶμα τοῦ σωτῆρος ὑποδεξαμένην «πέτραν», ἐν ᾗ «ὁ Ἰωσὴφ» τὸ σπήλαιον ὤρυξεν «ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ». εἶτ' ἐνθένδε μεταβαίνει ἐπὶ τὸ