219
θεοῦ σεσῳσμένος» εἴη ἄν. τοῦτο τοιγαροῦν καὶ διὰ τῶν μετὰ χεῖρας προσφωνεῖ λέγων· ἀκούσατέ μου ἀκούσατέ μου, λαός μου. ἀλλὰ καὶ τοὺς βασιλεῖς προσέχειν τοῖς λεγομένοις βούλεται τοὺς τῶν ἐθνῶν ἄρχοντας ἢ καὶ τὰς βασιλείας τῆς γῆς· δηλῶν ἐστι γὰρ ὅτε τὰς βασιλείας τοῦτον ὀνομάζει τὸν τρόπον. τούτοις κατάλληλον διδασκαλίαν ἐκτίθεται λέγων· ὅτι νόμος παρ' ἐμοῦ ἐξελεύσεται, ὃ δὴ καὶ οἱ λοιποὶ ἑρμηνευταὶ ὁμοίως ἐκδεδώκασιν. ἔδει γὰρ καινῷ λαῷ τῷ ἐξ ἐθνῶν συστησομένῳ καὶ νόμον δοθῆναι καινόν· ὁ γὰρ διὰ Μωσέως δοθεὶς ἀκατάλληλος ἦν τῇ τῶν ἐθνῶν πολιτείᾳ πᾶσαν περιγράφων τὴν σωματικὴν θρησκείαν εἰς ἕνα τόπον τὸν ἐν Ἱεροσολύμοις· διόπερ ἀναγκαίως αἰνιττόμενος τὴν καινὴν διαθήκην καὶ τὸ εὐαγγελικὸν κήρυγμα φάσκει· ὅτι νόμος παρ' ἐμοῦ ἐξελεύσεται καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν, πάλιν κἀνταῦθα φῶς τοῖς ἔθνεσιν ὑπισχνούμενος, οὐ μὴν τῷ Ἰσραήλ. ἀντὶ δὲ τοῦ· καὶ ἡ κρίσις μου, οἱ λοιποὶ πάντες ἑρμηνευταὶ τὸ κρίμα μου ἐκδεδώκασι· κέκρικα γάρ φησι, καὶ κρίμα παρ' ἐμοῦ ὥρισται τὸ γενέσθαι τοῖς ἔθνεσιν εἰς φῶς τὸν ἐμὸν τοῦτον νόμον καὶ τὸ ἐμὸν κρίμα. Καὶ ταῦτά φησιν οὐ μακράν ποτε ἔσται, ἐγγίζει δὲ ταχὺ ἡ δικαιοσύνη μου, κατὰ δὲ τὸν Σύμμαχον· ἐξαίφνης ταχυνῶ· ἐγγὺς ἡ δικαιοσύνη· δικαιοσύνης γὰρ πεπλήρωτο ἡ πᾶσι τοῖς ἔθνεσιν ἐξ ἴσου δωρηθεῖσα χάρις. τοῦτο δὲ ἦν ὁ Χριστὸς τοῦ θεοῦ, ὃν «λαβὼν ἐν ἀγκάλαις ὁ Συμεὼν» ἀναγέγραπται εἰρηκώς· «νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου» καὶ τὰ ἑξῆς, τὴν θεότητα τοῦ λόγου σημαινούσης τῆς προφητείας. ὡς γὰρ τὴν ἀνθρωπότητα ἐδήλου διὰ τοῦ σωτηρίου, οὕτως καὶ τὴν θεότητα τοῦτον ᾐνίξατο τὸν τρόπον. μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε, ὅτι φησὶν· «οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν Χριστῷ διωχθήσονται» καὶ ὀνειδισθήσονται καὶ φαυλισθήσονται ὑπὸ ἀνθρώπων, διωγμούς τε παντοίους καὶ πειρασμοὺς ὑπομενοῦσι. ὅθεν καὶ περιφράττων αὐτοὺς ἐντεῦθεν ἤδη παραγγέλλει λέγων· μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε. Χρὴ δὲ μᾶλλον ὁρᾶν φησιν ἐπὶ τὸ διαδεξόμενον αὐτοὺς τέλος. ὃ δὴ καὶ ὑπογράφει λέγων· ὥσπερ γὰρ ἱμάτιον βρωθήσεται ὑπὸ χρόνου καὶ ὡς ἔρια βρωθήσεται ὑπὸ σητός, οὕτω δηλαδὴ καὶ οὗτοι φθορᾷ καὶ ἀπωλείᾳ παραδοθήσονται. ὅθεν οὐδὲν δεῖ φοβεῖσθαι, θαρσεῖν δὲ τῷ ἑαυτῶν σωτῆρι, ὃν προεδίδαξεν ἀθάνατον καὶ ἀγήρω καὶ διαρκῆ καὶ σωτήριον ὑπάρχειν. καὶ αὖθις δευτεροῖ τὴν θεολογίαν ἐπισφραγιζόμενος διὰ τῶν μετὰ χεῖρας φάσκων· ἡ δὲ δικαιοσύνη μου εἰς τὸν αἰῶνα ἔσται, τὸ δὲ σωτήριόν μου εἰς γενεὰς γενεῶν. 2.39 Ἡ προσθήκη Ἰερουσαλὴμ οὔτε ἐν τῇ Ἑβραϊκῇἀναγνώσει οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς φέρεται, ἀλλ' ὁ μὲν Ἀκύλας· ἐξεγείρου φησὶν ἐξεγείρου, ἔνδυσαι κράτος, βράχιον κυρίου, καὶ ὁ Σύμμαχος· ἐξεγείρου ἐξεγείρου, ἔνδυσαι κράτος, βράχιον κυρίου, καὶ ὁ Θεοδοτίων δὲ ὁμοίως· ἐξεγείρου ἐξεγείρου, ἔνδυσαι κράτος, βράχιον κυρίου. ὅτι τοίνυν κατὰ πάντας τοὺς ἑρμηνευτὰς καὶ κατ' αὐτὴν τὴν Ἑβραϊκὴν φωνὴν οὐ τῇ Ἰερουσαλὴμ ὁ λόγος προσφωνεῖ, ἀλλὰ τῷ βραχίονι κυρίου· ἀκόλουθον ἂν εἴη καὶ ἡμᾶς εἰς τὸν βραχίονα κυρίου τὴν τοῦ λόγου προσφώνησιν ἀναφέρειν, περὶ οὗ ἀνωτέρω ἐλέγετο· καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν. ἐφάσκομεν δὲ τὴν θεότητα τοῦ λόγου τοῦτον σημαίνεσθαι τὸν τρόπον, ἐπεὶ τοίνυν τῷ λαῷ παρεκελεύσατο μὴ φοβεῖσθαι ὀνειδισμὸν ἀνθρώπων καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθαι, ἀκολούθως ἐκ προσώπου τοῦ λαοῦ εὐχὴ ἀναπέμπεται πρὸς τὸν βραχίονα τοῦ θεοῦ παρακλητική, ἐξεγερθῆναι αὐτὸν καὶ ὑπερμαχῆσαι τοῦ ἰδίου λαοῦ καθικετεύουσα. ἡμεῖς γάρ φησιν οὐδέν ἐσμεν μὴ σοῦ προασπίζοντος καὶ ὑπερμαχοῦντος ἡμῶν, ὅθεν σὺ αὐτὸς ὁ βραχίων κυρίου ἐξεγείρου ἐξεγείρου καὶ ἔνδυσαι τὴν σαυτοῦ ἰσχὺν καὶ τὸ σαυτοῦ κράτος. οὕτω δέ φησιν ἐξεγείρου ὡς καὶ ἐν τοῖς πρὸ τούτου χρόνοις. διὸ κατὰ τὸν