1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

220

Σύμμαχον εἴρηται· ἐξεγέρθητι κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν, γενεὰς αἰώνων. σὺ γὰρ ἦσθα ὁ «τὸν μέγαν δράκοντα» τὸν ἐν Αἰγύπτῳ τραυματίαν ἀπεργασάμενος καὶ τὴν ἀλαζονείαν αὐτοῦ καθελών, ὁπηνίκα «ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ» «ἔρριψας» «εἰς θάλασσαν». καὶ νῦν ἐξεγείρου ὁ βραχίων κυρίου, ὅπως καὶ ἐφ' ἡμῶν τὰ ὅμοια ἐργάσῃ καὶ διαγάγοις ἡμᾶς σώους ἀπὸ παντὸς πειρατηρίου. διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· μήτι οὐ σὺ αὐτὸς ὁ λατομήσας ὅρμημα; ἢ ἀλαζονείαν κατὰ τὸν Σύμμαχον, ἀλλὰ καί· ἐτραυμάτισας δράκοντα, ἢ κατὰ τὸν Θεοδοτίωνα· μήτι οὐ σὺ αὐτὸς ὁ ἐρημώσας θάλασσαν, ὕδωρ ἀβύσσου, ὁ θεὶς βάθη θαλάσσης ὁδὸν τοῦ διελθεῖν αὐτὴν ἐρρυσμένους καὶ λελυτρωμένους ὑπὸ κυρίου. Αὐτὰ τοίνυν τὰ ἐπὶ τῶν παλαιῶν ὑπὸ σοῦ τοῦ βραχίονος κυρίου πεπραγμένα καὶ καθ' ἡμᾶς οἰκονόμησον· οὕτω γὰρ οἱ μὲν πολέμιοι καὶ ἐχθροὶ τοῦ σοῦ λαοῦ τὰ ὅμοια τοῖς παλαιοῖς τυράννοις πείσονται, οἱ δὲ σοὶ θεράποντες καὶ οἰκεῖοι ἥξουσιν εἰς Σιὼν μετ' εὐφροσύνης, δηλαδὴ «τὴν ἐπουράνιόν σου πόλιν», εἰς ἣν ἀφικόμενοι μετ' εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου ὥσπερ νικηταί τινες τοῖς παρὰ σοῦ βραβείοις ἀναδήσονται· ἐπὶ κεφαλῆς γοῦν αὐτῶν ἔσται αἴνεσις, ἣν ἀντὶ στεφάνου περιθήσονται, καὶ εὐφροσύνη καταλήψεται αὐτούς. ὅτε καὶ παντὸς φόβου ἐκτὸς γενήσονται οὐκέτι πολεμίους οὐδὲ ἐχθροὺς ὑφορώμενοι· ἐν γὰρ «τῇ ἐπουρανίῳ Σιὼν» ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. Ταῦτα τοῦ προφητικοῦ πνεύματος εὐξαμένου ἐκ προσώπου τοῦ νέου λαοῦ καὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας ὁ παρακληθεὶς βραχίων τοῦ κυρίου ἀποκρίνεται καί φησιν· ἐγώ εἰμι ὁ παρακαλῶν σε· «αὐτὸς γάρ ἐστιν ὁ ἱλασμὸς ἡμῶν» καὶ «ὁ παρακαλῶν τοὺς ταπεινούς». εἶτα καὶ ὑπομιμνῄσκει εὐκαίρως τῆς λογικῆς καὶ «κατ' εἰκόνα θεοῦ πεποιημένης» οὐσίας λέγων· γνῶθι τίς οὖσα ἐφοβήθης· σὺ μὲν γὰρ παρ' ἐμοῦ μεγίστης ἠξίωσαι τιμῆς, ὡς παρακαλεῖσθαι ὑπ' ἐμοῦ. διό φημι· ἐγώ εἰμι ὁ παρακαλῶν σε. οὐκ οἶδα δ' ὅπως ἐπιλαθομένη τῆς σαυτῆς ἀξίας δειλίᾳ ὑπήχθης καὶ ἐφοβήθης ἀπὸ ἀνθρώπου θνητοῦ καὶ ἀπὸ υἱοῦ ἀνθρώπου. λέγει δὲ ταῦτα ὡς πρὸς τοὺς δειλοτέρους καὶ ἀσθενεστέρους τῆς ἐκκλησίας· οἱ γὰρ τελειωθέντες καὶ τοῖς ἐν μαρτυρίοις στεφάνοις κατακοσμηθέντες ἔτυχον τῆς παρ' αὐτῷ δόξης. ἐπεὶ δὲ «οἱ πάντες» «ἓν σῶμα» τυγχάνουσι «καὶ πάσχοντος μέλους συμπάσχουσι πάντα τὰ μέλη», εἰκότως καὶ τοῖς δειλοτέροις καὶ ἀσθενεστέροις καὶ κατὰ καιρὸν τῶν διωγμῶν ὑποσκάζουσι τὴν παράκλησιν καὶ τὴν θεραπείαν προσάγει προσκαλούμενος αὐτοὺς ἐπὶ μετάνοιαν. διό φησι· γνῶθι τίς οὖσα ἐφοβήθης ἀπὸ ἀνθρώπου θνητοῦ καὶ ἀπὸ υἱοῦ ἀνθρώπου, οἳ ὡς χόρτος ἐξηράνθησαν· δέον γὰρ ἄφοβόν σε καὶ ἀτάραχον διαμένειν ὡς ἂν ἐμὸν ὄντα λαὸν εἰς τὸ τέλος ἀφορῶντα τῆς φθαρτῆς τῶν ἀνθρώπων φύσεως καὶ τοῦ μέλλοντος ὀλέθρου διαδέξεσθαι τούτους αὐτούς, οὓς ἐφοβήθης. Σὺ δὲ τούτους μὲν ἐφοβήθης, ἐπελάθου δὲ θεὸν τὸν ποιήσαντά σε, τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ θεμελιώσαντα τὴν γῆν, καὶ ἐφόβου ἀεὶ πάσας τὰς ἡμέρας τὸ πρόσωπον τοῦ θυμοῦ τοῦ θλίβοντός σε, τοῦ βουλευσαμένου ἐξᾶραί σε. ἀλλ' εἰ καὶ ἐφοβήθης δι' ἀσθένειαν, νῦν γοῦν τὸ τέλος αὐτῶν κατανοήσας καὶ τὸν ἐξ ἀνθρώπων ἀφανισμὸν ἐννόησον παρὰ σεαυτῷ καὶ λόγισαι, ποῦ ἄρα ἀπέσβη ὁ θυμὸς ἐκεῖνος τοῦ θλίβοντός σε, ὃν ἐφόβου· ἐν γὰρ τῷ σῴζεσθαί σε οὐ στήσονται οὐδὲ φανήσονται οἱ πρότερόν σε πολεμοῦντες, ὑμεῖς δὲ οἱ πρὸς ὀλίγον ταπεινωθέντες ἀναστήσεσθε τῆς πτώσεως, ἧς πεπτώκατε. Καὶ ταῦτ' ἔσται περὶ ὑμᾶς, ἐπειδὴ ἐγώ εἰμι ὁ θεός σου ὁ μὴ μόνον «τὸν Φαραὼ» πάλαι ποτὲ τοῖς «τῆς θαλάσσης» παραδοὺς «βυθοῖς» καὶ τὸν ἐμαυτοῦ διασώσας λαόν, ἀλλὰ καὶ εἰς ἀεὶ τὴν αὐτὴν τῆς ἐμῆς θεότητος ἀρετὴν ἐνδεικνύμενος. πρὸς ὀλίγον μὲν γὰρ ὅτε βούλομαι τὴν θάλασσαν ἐπαίρεσθαι, συγχωρῶ ὡς ἐξηχεῖν αὐτῆς καὶ ταράσσεσθαι τὰ κύματα, πάλιν δ' αὐτὴν καταστέλλων πραΰνω καὶ εἰς γαληνὸν ἄγω. διὸ καὶ τοὺς κατὰ τῆς