1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

221

ἐκκλησίας τῆς ἐμῆς διωγμοὺς εἰς δοκιμὴν τῶν ἐμῶν ἀθλητῶν ἀφίημι καὶ συγχωρῶ γίνεσθαι. ἐγὼ γάρ εἰμι ὁ ταράσσων τὴν θάλασσαν καὶ ἠχῶν τὰ κύματα αὐτῆς, ἀλλὰ πάλιν ἐμοῦ θελήσαντος καταστέλλεται καὶ εἰρηνεύει τὰ πάντα. πλὴν ταρασσομένης τῆς θαλάσσης καὶ τῶν κυμάτων αὐτῆς ἐπαιρομένων ἐγὼ τοὺς ἐμαυτοῦ λόγους εἰς τὸ στόμα σου θήσω καὶ ὑπὸ τὴν σκιὰν τῆς χειρός μου σκεπάσω σε. ὡς ἂν μή τι πάθοις ὑπὸ τῶν πολεμούντων, ἵνα δὲ ἐπὶ μᾶλλον θαρσαλέος γένῃ καὶ ἀτρεμὴς καὶ ἄπτωτος, μάνθανε ὡς ἐν τῇ ἐμῇ χειρί, ἐν ᾗ ἔστησα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γῆν καὶ τὸν σύμπαντα κόσμον «ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι» παρήγαγον, ἐν αὐτῇ ταύτῃ σκεπάσειν σε ἐπαγγέλλομαι. τί οὖν χρὴ ἀγωνιᾶν ἢ φοβεῖσθαι φόβον ἀνθρώπινον, δέον ὑποτρέχειν τὴν ἐμὴν σκιὰν μηδὲ ἀναχωρεῖν αὐτῆς, ἀλλὰ καὶ τοὺς λόγους μου πάντοτε φέρειν διὰ στόματος; τὸ δέ· θήσω τοὺς λόγους μου εἰς τὸ στόμα σου, ὅμοιον γένοιτ' ἂν τῷ ὑπὸ τοῦ σωτῆρος ἡμῶν λελεγμένῳ πρὸς τοὺς αὐτοῦ μαθητάς· «ὅταν δὲ ἄγωσιν ὑμᾶς εἰς δικαστήρια, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν λόγος ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν». διὰ τοῦτο δὲ τὴν ἐμαυτοῦ χεῖρα, δι' ἧς ἔστησα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γῆν, ἐξέφηνα ἀνθρώποις ἐπὶ τῷ εἰπεῖν με τῇ Σιών, τοῦτ' ἔστι τῷ ἐμῷ λαῷ, θαρσεῖν καὶ μὴ ἀγωνιᾶν ἔτι μηδὲ φοβεῖσθαι ἀπὸ ἀνθρώπου θνητοῦ. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· καὶ ἐν σκιᾷ τῆς χειρός μου σκεπάσω σε, ἐν ᾗ ἐφύτευσα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γῆν· καὶ εἰς τὸ εἰπεῖν τῇ Σιών Λαός μου εἶ σύ, κατὰ δὲ τὸν Ἀκύλαν· καὶ τοῦ εἰπεῖν τῇ Σιών Λαός μου εἶ σύ. πᾶς τοίνυν ὁ τοῦ θεοῦ λαὸς χρηματίζει ἂν εὐλόγως Σιών, καὶ ἡ Σιὼν οὐδὲν ἕτερον ἔσται ἢ ὁ λαὸς τοῦ θεοῦ. δι' ὅλου δὲ τοῦ παρόντος λόγου τῷ ἐξ ἐθνῶν λαῷ ταῦτα προσπεφώνηται ὡς ἀποδέδεικται διὰ τῶν ἔμπροσθεν. 2.40 Τὴν κλῆσιν τῶν ἐθνῶν θεσπίσας ὁ λόγος διὰ τῶν πρὸ τούτου ἐν οἷς ἐλέγετο· «ἀκούσατέ μου ἀκούσατέ μου, λαός μου, καὶ οἱ βασιλεῖς, πρός με ἐνωτίσασθε· ὅτι νόμος παρ' ἐμοῦ ἐξελεύσεται καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν», διὰ τῶν προκειμένων ἐπὶ ἑτέραν ὑπόθεσιν μεταβαίνει καὶ προσφωνεῖ τῇ πεσούσῃ Ἰερουσαλήμ, ᾗ διαναστῆναι τοῦ πτώματος παραινεῖ. ἔοικε δὲ σημαίνειν διὰ τούτων τὴν ἐσχάτην αὐτῆς πτῶσιν, ἣν πέπονθε μετὰ τὰ τολμηθέντα ἐν αὐτῇ κατὰ τοῦ σωτῆρος ἡμῶν, δι' ἃ καὶ τῆς ὀργῆς τοῦ θεοῦ ἐπειράθη. χρηστὸς δὲ ὢν ὁ λόγος καὶ φιλάνθρωπος καὶ «μὴ βουλόμενος» «τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν αὐτοῦ» παραινεῖ αὐτὴν σπεύδειν εἰς μετάνοιαν ὑπογράφων ἐλπίδας ἀγαθάς, εἰ μετανοήσειε. διό φησιν· Ἐξεγείρου ἐξεγείρου ἀνάστηθι, Ἰερουσαλὴμ ἡ πιοῦσα ἐκ χειρὸς κυρίου τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ· οὐκοῦν Ἰερουσαλήμ ἐστιν ἡ πιοῦσα τὸ ποτήριον τῆς ὀργῆς. καὶ ἔστιν ἑτέρα Ἰερουσαλήμ, περὶ ἧς τὰ μάλιστα θεσπίζεται, διόπερ οὐ χρὴ συγχωρεῖσθαι οὐδὲ νομίζειν περὶ τῆς αὐτῆς λέγεσθαι οὐδὲ ἐναντία· ἡ μὲν γάρ ἐστιν ἐν οὐρανῷ, ἧς καὶ βασιλεύειν λέγεται ὁ θεός, ἧς οὔτε ὀργὴ οὔτε θυμὸς ἅπτεται· «ἀπέδρα» γὰρ «ὀδύνη καὶ λύπη καὶ στεναγμὸς» ἐξ αὐτῆς, ἡ δέ ἐστι συνεστῶσα ἐπὶ γῆς τοῦ θεοῦ πόλις, δι' ἧς ἀπεδείκνυμεν σημαίνεσθαι τὸ θεοσεβὲς ἐν ἀνθρώποις πολίτευμα· ἑτέρα δὲ παρὰ ταύτας ἐστὶν ἡ τοῦ θυμοῦ τοῦ θεοῦ πεπειραμένη διὰ τὰς τῶν οἰκητόρων παρανομίας. ἀντὶ δὲ τοῦ· τὸ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ μου, ὁ Σύμμαχος τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ, τὸν κρατῆρα τοῦ σπαραγμοῦ ἔπιε καὶ ἐξεστράγγισε, καὶ οὐκ ἔστιν ὁ παρηγορῶν αὐτὴν ἐξέδωκε. πίνει δέ τις τὸ ποτήριον θυμοῦ καὶ πτώσεως καὶ πιὼν ἐκστραγγίζει, ὅτε πάσας ὑφίσταται τὰς τιμωρίας καὶ τὰς κολάσεις τὰς ἐπαγομένας, ὑπὲρ ὧν ἔπραξεν ἀτοπημάτων. ὡς δὲ ἰατρῶν παῖδες τοῖς καχεκτοῦσι πικρὰς προσάγουσιν ἀντιδότους ὑπὲρ τοῦ καθᾶραι τὴν ἐν τῷ σώματι προϋποκειμένην κάκωσιν, οὕτω καὶ περὶ τοῦ θεοῦ λέλεκται· «ποτήριον ἐν χειρὶ