222
κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος, καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο, πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη, πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς»· ἀναλόγως γὰρ τοῖς ὑποκειμένοις τῇ ψυχῇ πάθεσιν ὁ τῶν ψυχῶν ἰατρὸς τὰς τιμωρίας αὐτῇ προσάγει ὥσπερ τινὰς ἀντιδότους θεραπευτικὰς ἐπὶ καθάρσει τῆς προϋποκειμένης κακίας. Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς Ἰερουσαλήμ, τοῦ τε ἐν αὐτῇ λαοῦ γεγονέναι διδάσκει. οὐδένα δέ φησιν εὑρῆσθαι τῶν ἐν αὐτῇ γεγεννημένων υἱῶν αὐτῆς τὸν δυνάμενον αὐτὴν παρακαλέσαι καὶ τῶν κακῶν ἀπαλλάξαι. ὃ δὴ καὶ αὐτὸ ἐπληροῦτο οὐκ ἄλλοτε ἢ μετὰ τὸ πάθος τοῦ σωτῆρος ἡμῶν, ὅτε οὔτε προφήτης οὔτε ἱερεὺς οὔτε τις τῶν θεοφιλῶν ἀνδρῶν εὕρηται ἐν αὐτῇ, ἐπεὶ καὶ τοῦ σωτῆρος ἡμῶν τοὺς μαθητὰς καὶ ἀποστόλους καὶ εὐαγγελιστὰς ἐξ ἑαυτῶν ἤλασαν, τοὺς μὲν ἀνελόντες, τοὺς δὲ πληγαῖς αἰκισάμενοι καὶ πορρωτάτω ἑαυτῶν ἐκδιώξαντες. κατὰ γὰρ τοὺς τῶν Βαβυλωνίων χρόνους πολιορκηθείσης τῆς πόλεως καὶ τοῦ λαοῦ αἰχμαλώτου ληφθέντος ὑπελίποντο ἐν αὐτοῖς ἄνδρες δίκαιοι καὶ προφῆται οἱ παρακαλεῖν αὐτοὺς δυνάμενοι. ἀλλὰ νῦν φησιν ἡ προφητεία· οὐδεὶς ἦν ὁ παρακαλῶν σε ἀπὸ τῶν τέκνων σου, ὧν ἔτεκες. ἀντὶ δὲ τοῦ· δύο ταῦτα ἀντικείμενά σοι, ὁ Σύμμαχος δύο φησίν ἐστι ταῦτα τὰ συσταθέντα σοι· τίς λυπηθήσεταί σοι; ἡ ταλαιπωρία καὶ ἡ συντριβὴ καὶ ὁ λιμὸς καὶ ἡ μάχαιρα· τίς παρηγορήσει σε; Καὶ ἐπιλέγει κατὰ τὸν Σύμμαχον· οἱ υἱοί σου ἐπορεύθησαν ἀγόμενοι ἐπ' ἀρχῆς πάντων ἀμφιβλήστρων ὡς ὄρυξ ἐν ἀμφιβλήστρῳ, καὶ κατὰ τοὺς λοιποὺς δὲ ἑρμηνευτὰς ἀντὶ τοῦ· ὡς σευτλίον ἡμίεφθον, ὡς ὄρυξ εἴρηται ἠμφιβληστρευμένος ἢ συνειλημμένος. ὄρνεον δέ ἐστιν ὄρυξ οὕτω καλούμενος, ᾧ παραβάλλει τοὺς υἱοὺς Ἰερουσαλὴμ ἀμφιβλήστρῳ τοῦ διαβόλου περιβληθέντας· διὸ καὶ τῷ θυμῷ παρεδόθησαν. ὅθεν ὁ Σύμμαχος ἐπιλέγει· οἱ πλήρεις ὀργῆς κυρίου, ἐπιτιμήσεως τοῦ θεοῦ. Καὶ ἐπιφέρει· διὰ τοῦτο ἄκουσον δὴ κεκακωμένη καὶ μεθύουσα οὐκ ἀπὸ οἴνου. καὶ ἐπιφέρει κατὰ τὸν Σύμμαχον· τάδε λέγει ὁ δεσπότης σου· καὶ ὁ θεός σου ὑπερμαχήσει τοῦ λαοῦ αὐτοῦ. ἰδοὺ ἦρα ἀπὸ τῆς χειρός σου τὸ ποτήριον τοῦ σπαραγμοῦ, τὸν κρατῆρα τὸ ποτήριον τοῦ θυμοῦ, οὐ προσθήσεις πιεῖν αὐτὸ ἔτι. ἐπαγγέλλεται δὲ τῇ Ἰερουσαλὴμ ὁ λόγος λήψεσθαι ἀπ' αὐτῆς τὸ ποτήριον τοῦ θυμοῦ, εἰ μετανοήσειε· τὸ γὰρ ἰδοὺ ἦρα ἀντὶ τοῦ λήψομαι εἴρηται. εἰ τάδε ποιήσειες τὰ προσταττόμενά σοι καὶ εἰ πεισθείης τῷ φάσκοντί σοι λόγῳ· «Ἐξεγείρου ἐξεγείρου ἀνάστηθι, Ἰερουσαλήμ»· «ἐξεγερθείσῃ» γὰρ αὐτῇ καὶ διαναστάσῃ ἐπαγγέλλεται τὰ εἰρημένα, ὡσεὶ μὴ πεισθείη μηδὲ διεγερθείη μηδὲ τοῦ πτώματος ἀνασταίη, μείνειε δὲ ἀπειθὴς καὶ ἀνήκοος, αὐτῇ ἑαυτῆς ἔσται αἰτία τοῦ μὴ τυχεῖν τῶν ἐπηγγελμένων. ταῦτα δὲ πρὸς πᾶν τὸ Ἰουδαίων ἔθνος ἐλέγετο· οὐ γὰρ τοῖς λίθοις καὶ τοῖς οἰκοδομήμασιν, ἀλλ' οὐδὲ τῷ χοῒ τῆς γῆς καὶ τῇ ἐρημίᾳ τοῦ τόπου ταῦτα προσεφωνεῖτο. νοήσεις δὲ τοῦ λόγου τὴν διάνοιαν ἀπὸ τοῦ καὶ ἐν ἑτέροις λέγεσθαι τοῖς αὐτοῖς· «μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; ἵνα τί ἀποστρέφετε ἀποστροφὴν ἀναιδῆ; λέγει κύριος». διαναστήσειν αὐτὴν τοίνυν ἐπαγγέλλεται μηκέτι πίεσθαι τὸ ποτήριον τοῦ θυμοῦ· δοθήσεσθαι γὰρ αὐτὸ τοῖς αὐτῆς πολεμίοις. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· καὶ θήσω αὐτὸ εἰς χεῖρας τῶν ἀποικισάντων σε, τῶν εἰπόντων τῇ ψυχῇ σου Κύψον, ἵνα παρέλθωμεν· καὶ ἔθηκας ὡς γῆν τὸν νῶτόν σου καὶ ὡς πάροδον τοῖς παροδεύουσιν. Εἰκὸς δὲ ταῦτα λέγεσθαι καὶ περὶ ἀντικειμένων δυνάμεων, αἷς ὑποτάσσει ἑαυτὴν πᾶσα ψυχὴ ἡ τοῦ θεοῦ ἀποστᾶσα· ἡ μὲν γὰρ τῷ θεῷ προσιοῦσα ὄρθιος ἕστηκεν ἄνω βλέπουσα καὶ πρὸς αὐτὸν ἐπηρμένη, ἡ δὲ συνάψασα ἑαυτὴν τοῖς τὴν ἁμαρτίαν ἐνεργοῦσι δαίμοσι πονηροῖς ἀναγκάζεται «κύπτειν», ὁποία «ἦν ἡ» ἐν τῷ Εὐαγγελίῳ «συγκύπτουσα εἰς τὸ παντελὲς καὶ μὴ δυναμένη ἀνανεύειν γυνή», περὶ ἧς ὁ σωτὴρ ἔλεγε· «ταύτην δὲ θυγατέρα οὖσαν Ἀβραάμ, ἣν ἔδησεν ὁ σατανᾶς δέκα καὶ ὀκτὼ ἔτη». οὕτω δ' οὖν καὶ