224
χρήσασθαι φωναῖς. ὃ δὴ καὶ διὰ τῶν ἔμπροσθεν ἐδηλοῦτο ἐν τῷ· «αὐτὸς κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου, καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν»; τούτοις ἑξῆς ἐπαναλαβὼν ὁ λόγος φησί· τάδε λέγει κύριος ∆ι' ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν, ἢ κατὰ τὸν Σύμμαχον· διὰ παντὸς ὅλην τὴν ἡμέραν τὸ ὄνομά μου βλασφημεῖται. τὸ δέ· ἐν τοῖς ἔθνεσιν οὔτε ἐν τῷ Ἑβραϊκῷ οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς φέρεται. σημαίνει δὲ διὰ τούτων ἡ προφητεία τὰς κατὰ τοῦ Χριστοῦ βλασφημίας αὐτῶν, ἃς δι' ἡμέρας ἁπάσης ἀεὶ καὶ διὰ παντὸς ποιοῦνται οἱ ἄρχοντες τοῦ Ἰουδαίων ἔθνους. Ἀλλ' ὑμεῖς μέν φησι τοιοῦτοι, ἕτερος δὲ συστὰς ἐμοὶ λαὸς ἐξ ἐθνῶν, περὶ οὗ διὰ τῶν ἔμπροσθεν εἴρηται· γνώσεται τὸ ὄνομά μου, ὅπερ ὑμεῖς βλασφημεῖτε «οὐκ εἰδότες αὐτοῦ τὴν δύναμιν». ὁ δὲ ἐμὸς λαὸς γνώσεταί μου τὸ ὄνομα αὐτῇ πείρᾳ μαθών, ὅσης μετέχει σωτηρίου καὶ θείας δυνάμεως. καὶ ταῦτα ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· ποίᾳ δὲ ταύτῃ, ἀλλ' ὅταν ἐγώ φησιν αὐτὸς ὁ νῦν διὰ τῶν προφητῶν ταῦτα φθεγγόμενος τὴν ἐμαυτοῦ ποιήσωμαι παρουσίαν εἰς ἀνθρώπους; καὶ κατὰ τὸν Σύμμαχον δὲ εἴρηται· γνώσεται ὁ λαός μου τὸ ὄνομά μου διὰ τοῦτο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι ἐγὼ αὐτὸς ὁ λαλῶν· ἰδού εἰμι, ὡσεὶ σαφέστερον ἔλεγεν, ὅταν ἐγὼ αὐτὸς ὁ νῦν διὰ τοῦ προφήτου λαλῶν ταῦτα ἐμαυτὸν ἀνθρώποις ἐπιδείξας εἴποιμι, ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν· πάρειμι. 2.41 Θεσπίσας ὁ λόγος τὴν εἰς ἀνθρώπους παρουσίαν αὐτοῦ «πάλαι διὰ τῶν προφητῶν λαλοῦντος» σφόδρα ἀκολούθως ἐπισυνάπτει τὸ εὐαγγελικὸν κήρυγμα τὸ εἰς πάντα τὰ ἔθνη διαδοθὲν διὰ τῶν ἀποστόλων αὐτοῦ, ὧν τὴν μνήμην διὰ τῶν προκειμένων ποιεῖται. τὴν δὲ τούτων διάνοιαν καὶ ὁ θεσπέσιος Ἀπόστολος ἐκλαβὼν ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ τοῦτον μετέφρασε τὸν τρόπον· «ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά, τῶν εὐαγγελιζομένων εἰρήνην». ὁ δὲ Σύμμαχος τὰ κατὰ τοὺς τόπους οὕτως ἡρμήνευσε· τί εὐπρεπεῖς ἐπὶ τῶν ὀρέων πόδες εὐαγγελιζομένου, ἀκοὴν ποιοῦντος εἰρήνην, εὐαγγελιζομένου ἀγαθά, ἀκουστὴν ποιοῦντος σωτηρίαν. ἀντὶ τοῦ σωτηρίαν, ἰησουὰ ἡ Ἑβραϊκὴ λέξις περιέχει, ὥστε εἰ ἦσαν ἀμετάβλητον φυλάξαντες οἱ ἑρμηνευταὶ τὴν Ἑβραϊκὴν φωνήν, οὐδὲν ἐκώλυεν αὐτοὺς εἰπεῖν· ἀκουτίζοντος τὸν Ἰησοῦν. κατὰ δὲ τὸν Ἀκύλαν· τί ὡραιώθησάν φησιν ἐπὶ τὰ ὄρη πόδες εὐαγγελιζομένων ἀγαθά, ἀκουτίζοντος σωτηρίαν, κατὰ δὲ τὸν Θεοδωτίονα· ὡς εὐπρεπεῖς ἐπὶ τὰ ὄρη πόδες τῶν εὐαγγελιζομένων ἀγαθά. ἐν τούτοις τὸ πνεῦμα τὸ προφητικὸν τῶν κηρύκων τοῦ εὐαγγελίου τοὺς πόδας ἀποθαυμάζει, δι' ὧν πεποίηνται δρόμον ἐκπεριελθόντες τὴν εἰς πάντα τὰ ἔθνη περίοδον. ὡραῖοί τε ἦσαν αὐτῶν οἱ πόδες καὶ διὰ τὸ κεκαθάρθαι ὡς ἂν τοῦ σωτῆρος αὐτοὺς «ἀπονίψαντος», ἐπὶ δὲ τῶν ὀρέων ἔτρεχον διὰ τὸ μετέωρον καὶ ὑψηλὸν τοῦ εὐαγγελικοῦ κηρύγματος, εἰρήνην δὲ κατήγγελλον ἀνθρώποις εὐαγγελιζόμενοι τὴν πρὸς θεὸν εἰρήνην καὶ ταύτην γε τὴν εἰρήνην, ἣν «τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς» εὐηγγελίζοντο, δηλοῦντες τὸν Χριστὸν τοῦ θεοῦ «ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ». διὸ ταῖς ἐκκλησίαις ἐπιστέλλων ὁ Παῦλος «χάρις ὑμῖν καὶ εἰρήνη» λέγων ἔγραφε. καὶ ἀγαθὰ δὲ εὐηγγελίζοντο, τὰ ὄντως ἀγαθά, τοὺς μακαρισμοὺς καταγγέλλοντες, οὓς ὁ σωτὴρ ἐδίδου διὰ τῆς εὐαγγελικῆς διδασκαλίας. ἔλεγε δὴ τὸ κήρυγμα τῇ Σιών, δηλαδὴ τῷ θεοσεβεῖ πολιτεύματι καὶ τῷ χορῷ τῷ ἀποστολικῷ· Βασιλεύσει σου ὁ θεός, διὸ τὴν βασιλείαν τῶν οὐρανῶν ἅπασι κατήγγελον ἀνθρώποις. Ἀντὶ δὲ τοῦ· φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, ὁ Σύμμαχος φωνὴ τῶν σκοπῶν σου ἐπῆρε φωνὴν εἴρηκε καὶ ἐπήγαγεν· ἐπὶ τὸ αὐτὸ αἰνέσουσιν· ὀφθαλμοφανῶς γὰρ ὄψονται ἐν τῷ ἐπιστρέψαι κύριον τὴν Σιών, πάλιν κἀνταῦθα τοῦ θεοσεβοῦς πολιτεύματος Σιὼν ὀνομαζομένου, κατὰ δὲ