1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

226

τοῦτο δὴ οὖν αὐτὸ καὶ ἡ παροῦσα προφητεία δηλοῖ νῦν μὲν φάσκοντα· Ἰδοὺ συνήσει ὁ παῖς μου καὶ ὑψωθήσεται καὶ δοξασθήσεται καὶ μετεωρισθήσεται, δι' ὧν τὴν μετὰ τὸν θάνατον ἀνάστασιν αὐτοῦ καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψίν τε καὶ ὕψωσιν σημαίνει. ἐν δὲ τοῖς ἑξῆς τὴν ταπείνωσιν αὐτοῦ τὴν «μέχρι θανάτου» παρίστα, ἐν οἷς εἴρηται· «εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων», καὶ πάλιν· «ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται», καὶ αὖθις· «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον». ὅτε τοίνυν διὰ τούτων «ἡ ταπείνωσις αὐτοῦ» καὶ «ὁ θάνατος αὐτοῦ» παρέστη, ἀκολούθως καὶ τὰ τῆς μετὰ τὸν θάνατον ὑψώσεως προεθεσπίζετο προλαμβάνοντος τοῦ προφητικοῦ πνεύματος τὰ χρηστότερα πρὸ τῶν σκυθρωπῶν, ἃ δὴ παρίστησι λέγων· Ἰδοὺ συνήσει ὁ παῖς μου, ἢ κατὰ τὸν Ἀκύλαν· ἰδοὺ ἐπιστημονισθήσεται ὁ δοῦλός μου. δοῦλον δὲ αὐτὸν εἰκότως ἀποκαλεῖ «διὰ τὴν μορφὴν τοῦ δούλου, ἣν ἀνείληφεν»· «ἑαυτὸν» γὰρ «ἐκένωσεν ὁ ἐν μορφῇ θεοῦ ὑπάρχων» θεὸς λόγος, ὁ κατὰ τὸν ἱερὸν Ἀπόστολον «μορφὴν δούλου λαβὼν καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος». ἀλλ' οὗτος ὁ παῖς τοῦ θεοῦ καὶ ὁ δοῦλος πάσης «ἐπληροῦτο σοφίας» καὶ ἐπιστήμης τὸν θεὸν λόγον εἰς ἑαυτὸν χωρήσας. διὸ λέλεκται· ἰδοὺ ἐπιστημονισθήσεται ἀλλὰ καὶ ὑψωθήσεται καὶ δοξασθήσεται καὶ μετεωρισθήσεται. ταῦτα δὲ πάντα ἐπληροῦτο περὶ τὸν ἄνθρωπον τοῦ σωτῆρος ἡμῶν διὰ τὴν πρὸς τὸν θεὸν λόγον ἕνωσιν. Εἶτ' ἐπιλέγει· ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοί, κατὰ δὲ τὸν Θεοδοτίωνα· ὃν τρόπον ἐθαύμασάν φησιν πολλοὶ ἐπ' αὐτόν, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου καὶ ἡ δόξα σου ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. τοῦτο γὰρ μάλιστα τὸ πολλοὺς ἐκστῆσαν καὶ ἐν ἀπορίᾳ γενέσθαι ποιῆσαν, λέγω δὲ τὸ ταπεινὸν καὶ ἄδοξον τῆς εἰς ἀνθρώπους αὐτοῦ παρόδου· ἔκστασιν γοῦν καὶ ἀπορίαν καὶ ἀμηχανίαν ὁ περὶ αὐτοῦ λόγος εἰσέτι καὶ νῦν τοῖς πολλοῖς ἐμποιεῖ, ἀλλὰ καὶ ἔθνη πολλὰ ἐπ' αὐτῷ ἐθαύμασαν, τῶν μὲν εἰς αὐτὸν πεπιστευκότων προσκυνούντων αὐτοῦ τὴν θεότητα, τῶν δὲ «ἐναπομεινάντων τῇ ἀπιστίᾳ» θαυμαζόντων αὐτοῦ τὴν δύναμιν, ὡς ἀνωτέρα καὶ κρείττων γεγένηται τῶν πολεμεῖν αὐτὴν πεπειραμένων. καὶ βασιλεῖς δὲ πολλὰ κατ' αὐτοῦ βλάσφημα καὶ ἄθεα καὶ ἀσεβῆ ῥήματα φθεγξάμενοι καὶ τὴν ἐκκλησίαν αὐτοῦ διώξαντες, κἄπειτα μηδὲν δυνηθέντες τέλος μετὰ τοὺς ματαίους πόνους συνέσχον τὸ ἑαυτῶν στόμα καὶ παρεχώρουν αὐτοῦ τῇ διδασκαλίᾳ ἡττώμενοι ἄλλοτε ἄλλως κατὰ καιροὺς καὶ χρόνους διὰ τὸ θεηλάτοις μάστιξι περιελαύνεσθαι. ὃ δὴ καὶ ἡμεῖς οἱ ταῦτα συντάττοντες αὐτῇ πείρᾳ παρειλήφαμεν, ἀλλ' οἱ μὲν αὐτῶν συνέσχον τὸ ἑαυτῶν στόμα, οἱ δὲ καὶ παλινῳδίαν ᾖδον νόμοις καὶ διατάγμασι τοὺς εὐκτηρίους οἴκους ἐγείρειν καὶ τὰ συνήθη πράττειν τὴν ἐκκλησίαν αὐτοῦ ἐγκελευόμενοι. διὰ τί δὲ ἐπ' αὐτῷ βασιλεῖς ἐκινήθησαν, ἐπιλέγει ἑξῆς· ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσι· τοῦτο γὰρ ἦν τὸ κινῆσαν τοὺς βασιλεῖς, λέγω δὲ τὸ διαδραμεῖν αὐτοῦ τὸν εὐαγγελικὸν λόγον καὶ ἐπὶ τὰ πορρωτάτω ἔθνη. ἠρέμα δὲ καὶ πλαγίως ὁ λόγος καὶ τὴν τοῦ Ἰουδαίων ἔθνους περὶ αὐτοῦ ἄγνοιαν ἐξελέγχει· ἐπειδὴ γὰρ αὐτοῖς πρώτοις ἀνηγγέλη τὰ περὶ τοῦ προφητευομένου, ἐκ παιδός τε τὰς περὶ αὐτοῦ προφητείας ἐξεμάνθανον, οὐ μὴν καὶ ἐλθόντα αὐτὸν συνῆκαν. τούτου χάριν οὐχ οὗτοί φησιν ὄψονται οὐδὲ αὐτοὶ συνήσουσιν, ἐμπάλιν δὲ οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ καὶ τοῖς μηδέπω μεμαθηκόσι τι τῶν κατ' αὐτόν. οὗτοι γάρ φησι τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς ὄψονται αὐτὸν καὶ οὗτοι τὴν αὐτοῦ διδασκαλίαν συνήσουσι. καὶ ταῦτα