227
μὲν λόγοις ἐθεσπίζετο πάλαι, ἔργοις δὲ ἐπληροῦτο ἐπὶ τῆς εἰς ἀνθρώπους τοῦ σωτῆρος ἡμῶν παρόδου, ὃν ὀφθαλμοῖς ἰδόντες Ἰουδαίων παῖδες, φωνῆς τε αὐτοῦ ὑπακούσαντες οὔτε συνῆκαν οὔτε καλοῦντι παρέσχον τὴν ἀκοήν, ὡς καὶ τὴν ἔμπροσθεν προφητείαν εἰς αὐτοὺς πεπληρῶσθαι τὴν φήσασαν· «Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε». ἀλλ' ἐκεῖνοι μὲν οὔτε εἶδον οὔτε συνῆκαν, κατὰ δὲ τὴν αὐτοῦ τοῦ σωτῆρος φωνήν, δι' ἧς εἴρηται· «μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες», οἱ ἐξ ἁπάντων τῶν ἐθνῶν μηδὲν πώποτε περὶ αὐτοῦ μεμαθηκότες μηδὲ τὰς περὶ αὐτοῦ γραφὰς ἐγνωκότες, ὅμως καὶ εἶδον καὶ συνῆκαν αὐτὸν καὶ τῆς θεότητος αὐτοῦ τὴν γνῶσιν εἰλήφασιν. Ὃ δὴ καὶ θαῦμα καὶ ἔκπληξιν τοῖς πάλαι ταῦτα προφητικῷ πνεύματι θεωμένοις παρεῖχε. διὸ ἑξῆς εἴρηται· κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; ἀποθαυμαστικῶς γὰρ οἱ τοῦ θεοῦ προφῆται τὴν ἀπιστίαν ὁρῶντες τοῦ Ἰουδαίων ἔθνους, τήν τε τῶν ἐθνῶν ἐπιστροφὴν καὶ ὑπακοὴν θεώμενοι ταῦτ' ἔλεγον. ἀλλὰ καὶ ὁ βραχίων φησὶ κυρίου τίνι ἀπεκαλύφθη; ἐδίδασκε δὲ ἡ πρὸ ταύτης προφητεία, τίνι ἀπεκαλύφθη ὁ βραχίων τοῦ θεοῦ, ἐν οἷς εἴρητο· «καὶ ἀποκαλύψει κύριος ὁ θεὸς τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν»· βραχίονα δὲ τοῦ θεοῦ λέγεσθαι τὸν «μονογενῆ υἱὸν» αὐτοῦ πολλάκις ἀπεδείξαμεν, ὃς πᾶσι τοῖς εἰς αὐτὸν πεπιστευκόσιν ἔθνεσιν ἐγνώσθη ταῖς προφητικαῖς ἀκολούθως φωναῖς, ἀλλὰ γὰρ ταῦτα ἀποθαυμάσαντες οἱ τοῦ θεοῦ προφῆται διηγηματικῶς λοιπὸν τὴν εἰς ἀνθρώπους πάροδον τοῦ προλεχθέντος «παιδὸς» ἢ τοῦ «δούλου» τοῦ θεοῦ θεσπίζουσι λέγοντες· ἀνηγγείλαμεν ὡς παιδίον ἐναντίον αὐτοῦ, ὡς ῥίζα ἐν γῇ διψώσῃ, κατὰ δὲ τὸν Ἀκύλαν· καὶ ἀναβήσεταί φησιν ὡς τιθιζόμενον εἰς πρόσωπον αὐτοῦ καὶ ὡς ῥίζα ἀπὸ γῆς ἀβάτου· εἰς πρόσωπον γὰρ αὐτοῦ φησι, λέγω δὲ τοῦ προλεχθέντος βραχίονος, ἀναβήσεται ὡς τιθιζόμενον. τοῦτο δὲ ἦν τὸ ἐκ τῆς παρθένου γεγεννημένον, περὶ οὗ λέλεκται διὰ τῶν ἔμπροσθεν· «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ», τοῦτ' ἦν τὸ τιθιζόμενον τὸ εἰς πρόσωπον τοῦ βραχίονος τοῦ θεοῦ ἀναβὰν ἑξῆς ὁ λόγος διασαφεῖ λέγων· ὡς ῥίζα ἀπὸ γῆς ἀβάτου, γῆν μὲν ἄβατον αἰνιττόμενος τὴν παρθένον, ἧς οὐδεὶς ἐπιβεβήκει, ῥίζαν δὲ αὐτὴν ἐκείνην, περὶ ἧς ἐλέγετο· «ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται»· κἀκεῖ γὰρ ἀναβήσεσθαι ἐδηλοῦτο, ἀλλ' ἐκεῖ μὲν «ἀπὸ τῆς ῥίζης Ἰεσσαί», ἐνταῦθα δὲ ἀπὸ τῆς ἀβάτου γῆς τῆς δηλωθείσης. κατὰ δὲ τὸν Σύμμαχον καὶ ἀνέβη ὡς κλάδος ἐνώπιον αὐτοῦ εἴρηται, καὶ ὡς ῥίζα ἀπὸ γῆς διψώσης, τὴν ἄβατον γῆν τὴν διψῶσαν κἀνταῦθα ὀνομάσαντος τοῦ λόγου, κατὰ δὲ τὸν Θεοδοτίωνα· καὶ ἀναβήσεταί φησιν ὡς θηλάζον ἐνώπιον αὐτοῦ, δηλαδὴ τοῦ βραχίονος τοῦ θεοῦ, καὶ ὡς ῥίζα ἐν γῇ διψώσῃ. τοῦτο δὲ τὸ ἐνταῦθα λεγόμενον παιδίον κατὰ τοὺς Ἑβδομήκοντα φήσαντας· ἀνηγγείλαμεν ὡς παιδίον ἐναντίον αὐτοῦ, αὐτὸ ἦν ἐκεῖνο, περὶ οὗ καὶ ἐν τοῖς ἔμπροσθεν εἴρητο· «διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν ἀπειθεῖ πονηρίᾳ», καὶ πάλιν· «διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν ∆αμασκοῦ», καὶ αὖθις· «ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ», ἅπερ εἰς τὸν Χριστὸν τοῦ θεοῦ ἀναφέρεσθαι κατὰ τοὺς οἰκείους ἀπεδείκνυμεν τόπους, ἀλλὰ γὰρ μετὰ τὸ θεσπίσαι τὴν εἰς ἀνθρώπους τοῦ προφητευομένου γένεσιν τὴν ἀπὸ τῆς ἀβάτου ἢ ἀπὸ τῆς διψάδος γῆς γενομένην τὴν σὺν ἀνθρώποις αὐτοῦ διατριβήν, ἑξῆς διέρχεται λέγων· οὐκ ἔστιν εἶδος αὐτοῦ οὐδὲ δόξα, ἀντὶ τοῦ· οὐκ ἦν αὐτῷ ἔνδοξον εἶδος, καὶ εἴδομεν δέ φησιν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. πλὴν ἡμεῖς μέν, κοινοποιεῖ δὲ ὁ προφήτης συγκαταλέγων καὶ ἑαυτὸν διὰ φιλανθρωπίαν τοῖς μὴ λογισαμένοις τὸν σωτῆρα, οὐκ