228
ἐλογισάμεθα αὐτὸν οὐδὲ προσεποιησάμεθα οὐδ' ἐνενοήσαμεν τίς ποτε ἦν. ὁ δὲ ἦν ἄρα ὁ τῶν ἡμετέρων ψυχῶν σωτὴρ ἰατρεύων αὐτὸς καὶ καθαίρων πάσης ἁμαρτίας. διὸ ἐπιλέγει· οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει, κατὰ δὲ τὸν Σύμμαχον· ὄντως τὰς νόσους ἡμῶν αὐτὸς ἀνέλαβε καὶ τοὺς πόνους ὑπέμεινεν, ἡμεῖς δὲ ἐλογισάμεθα αὐτὸν ἐν ἁφῇ ὄντα πεπληγότα ὑπὸ τοῦ θεοῦ καὶ τεταπεινωμένον, ὁ δὲ Ἀκύλας· ἡμεῖς δὲ ἐλογισάμεθα αὐτὸν τετραυματισμένον πεπληγότα ὑπὸ θεοῦ καὶ τεταπεινωμένον. Ἀλλ' ἡμεῖς μὲν οἷα νήπιοι ταύτην εἴχομεν περὶ αὐτοῦ τὴν δόξαν, ὁ δὲ πάντα ταῦτ' ἔπασχε δι' ἡμᾶς, ἵνα ἡμᾶς ἐλευθερώσῃ πάσης τιμωρίας. διὸ ἐπιφέρεται· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν, ὁ δὲ Ἀκύλας· καὶ αὐτός φησι βεβηλωμένος ἀπὸ ἀθεσμιῶν ἡμῶν, συντετριμμένος ἀπὸ τῶν ἀνομιῶν ἡμῶν· ἦν γὰρ ἀληθῶς βεβηλωμένος, ὅτε «γέγονεν» «ὑπὲρ ἡμῶν κατάρα», ὅτε γοῦν καὶ συνετρίβη καὶ ἐβεβηλώθη καὶ πάντα τὰ χείριστα ὑπέμεινεν, οὐ διά τινας οἰκείας ἁμαρτίας διὰ δὲ τὰς ἡμετέρας. καὶ γέγονεν ἡ παιδεία τῆς εἰρήνης ἡμῶν ἐπ' αὐτόν· ἅπερ γὰρ ἐχρῆν ἡμᾶς παθεῖν παιδευομένους διὰ τὰς ἡμετέρας ἁμαρτίας, ταῦτ' ἐπ' αὐτὸν ἦλθεν ὑπὲρ τῆς ἡμετέρας πρὸς τὸν θεὸν εἰρήνης. καὶ τῷ μώλωπι αὐτοῦ φησιν ἰάθημεν, ἐπεὶ καὶ μώλωπας εἰκὸς ἦν αὐτὸν φέρειν κατὰ τοῦ σώματος καὶ τραύματα τυπτόμενον καὶ «μαστιγούμενον» καὶ τὰς ὄψεις «ῥαπιζόμενον» «τήν τε κεφαλὴν καλάμῳ παιόμενον». πλὴν οἱ μώλωπες οὗτοι σωτῆρες ἦσαν ἡμῶν· τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. τίνες δ' ἡμεῖς ἀλλ' ἢ οἱ πάλαι πλανηθέντες καὶ μὴ λογισάμενοι αὐτὸν μηδὲ συνιέντες, τίς ποτε ἦν; διὸ πάντες ὡς πρόβατα ἐπλανήθημεν, ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη· ἄλλος γὰρ ἄλλην ὁδὸν ὥδευσε πλάνης διάφορα περὶ αὐτοῦ καὶ ἐναντία δοξάσας· τῷ δὲ ἄρα οὐκ ἀθεεὶ ἐγίγνετο τὰ γινόμενα· αὐτὸς γὰρ αὐτὸν παρεδίδου ὁ κύριος ταῖς ἁμαρτίαις ἡμῶν, ἵνα γένηται ἀντίψυχον καὶ «ἀντίλυτρον» ἡμῶν. οὕτω γὰρ καὶ «ἀμνὸς τοῦ θεοῦ» γέγονεν, «αἴρων» καὶ περικαθαίρων «τὴν ἁμαρτίαν τοῦ κόσμου». διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· κύριος δὲ καταντῆσαι ἐποίησεν εἰς αὐτὸν τὴν ἀνομίαν πάντων ἡμῶν. Εἶτ' ἀντὶ τοῦ· καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα, ὁ Σύμμαχος προσηνέχθη φησὶ καὶ αὐτὸς ὑπήκουσε. τίνι δὲ προσηνέχθη ἀλλ' ἢ «τῷ Πιλάτῳ»; «καὶ ἐπειδὴ κατηγορούμενος» «ἐσιώπα» καὶ ψευδομαρτυρούμενος «οὐδὲν ἀπεκρίνατο», τούτου χάριν κατὰ τὸν Σύμμαχον εἴρηται· καὶ οὐκ ἤνοιξε τὸ στόμα αὐτοῦ. Εἶτα διελθὼν αὐτοῦ τὰ πάθη ἀναπέμπει τὴν τῶν ἀκουόντων διάνοιαν ἐπὶ τὴν τῆς γενέσεως αὐτοῦ φαντασίαν ἐπιλέγων· τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; τότε γὰρ μάλιστα μεῖζόν τις λήψεται θαῦμα τῆς τῶν τοσούτων ὑπομονῆς, ὅταν εἰς ἔννοιαν ἔλθῃ τίς ὢν καὶ ὁποῖος καὶ «ἐκ θεοῦ γεγεννημένος» «μονογενὴς υἱὸς» ταῦτα πάντα ὑπέστη. διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· τὴν γενεὰν αὐτοῦ τίς ἐξομιλήσει; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ὁ δὲ Σύμμαχος· ἀπετμήθη γάρ φησιν ἐκ γῆς ζώντων καὶ διὰ τὴν ἀδικίαν τοῦ λαοῦ μου πληγὴ αὐτοῖς, ὁ δὲ Θεοδοτίων· ὅτι ἀπετμήθη ἀπὸ γῆς ζώντων ἀπὸ ἀθεσίας τοῦ λαοῦ μου ἥψατο αὐτῶν· μᾶλλον γὰρ αὐτῶν καθήψατο καὶ πληγὴ αὐτοῖς μεγίστη γέγονεν ὁ αὐτοῦ θάνατος· αὐτίκα γοῦν ἀνίατον ἐσχήκασι μετὰ ταῦτα τὴν ἐπελθοῦσαν αὐτοῖς ὀργὴν καὶ τὴν ἁψαμένην αὐτῶν πληγήν. σαφῶς δὲ ὁ προφήτης ἐν τούτοις ὅτι μήτε περὶ ἑαυτοῦ ταῦτ' ἐθέσπιζε μήτε περὶ τοῦ λαοῦ ὡς ἂν οἰηθείη παρέστησεν εἰπών· ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον. Ἀντὶ δὲ τοῦ· καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, ὁ Σύμμαχος· καὶ δώσει φησὶ τοὺς ἀσεβεῖς ἀντὶ τῆς ταφῆς αὐτοῦ. τίς δὲ δώσει ἢ ὁ τῶν ὅλων κριτής; καὶ τίνας ἢ τοὺς τὰ εἰρημένα δεδρακότας, οὓς καὶ παρέδωκεν αὐτίκα καὶ οὐκ εἰς μακρὸν ἐχθροῖς καὶ πολεμίοις καὶ