229
πολιορκηταῖς; καὶ τοὺς πάλαι δὲ πλουσίους, ἐν οἷς ἐπλεονέκτουν προτερήμασι, παραδώσειν φησὶν ἀντὶ τοῦ θανάτου αὐτοῦ. ὃ δὴ καὶ αὐτὸ παραχρῆμα συνέβη ὡς «ἐξ ἀνθρώπων ἀφανισθῆναι τὸ μνημόσυνον» τῶν πάλαι παρὰ Ἰουδαίοις πολλὰ δεδυνημένων, Φαρισαίων καὶ γραμματέων καὶ Σαδδουκαίων· καὶ ἔτι πρὸς τούτοις, ἱερέων τε καὶ ἀρχιερέων καὶ τῶν παρ' αὐτοῖς βασιλικῇ ἀξίᾳ τετιμημένων. οὗτοι γὰρ ἦσαν οἱ ἐνταῦθα λεγόμενοι πλούσιοι, οὓς «μετῆλθεν οὐκ εἰς μακρὰν ἡ ὀργὴ τοῦ θεοῦ», διότι ἀναμάρτητον ὄντα τὸν Χριστὸν τοῦ θεοῦ τοιαύτῃ κολάσει ὑποβεβλήκασι. διὸ ἐπιλέγει· ὅτι ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. καὶ τοῦτ' ἦν τὸ ξένον τῆς τοῦ σωτῆρος ἡμῶν θειοτέρας ἀρετῆς, λέγω δὲ τὸ δι' ὅλης τῆς τοῦ βίου ζωῆς ἀναμάρτητον καὶ ἀνεπίληπτον ἐν λόγῳ καὶ ἔργῳ· «οὐδεὶς γοῦν καθαρὸς γέγονεν ἀπὸ ῥύπου, οὐδ' εἰ μία ἡμέρα ἦν ἡ ζωὴ αὐτοῦ ἢ μόνος αὐτός»· «ὑπὲρ πάντων» οὖν αὐτὸς «ἀπέθανεν», ἵνα καθάρῃ καὶ «περιέλῃ» «τὴν ἁμαρτίαν τοῦ κόσμου». διὸ καὶ ἔκρινεν ὁ θεὸς καὶ πατὴρ αὐτοῦ καθαρίσαι αὐτὸν τῆς πληγῆς, τοῦτ' ἔστι τοῦ ἐπενεχθέντος αὐτῷ πάθους, ἢ κατὰ τὸν Ἀκύλαν· καὶ κύριος ἐβουλήθη ἐπιτρῖψαι αὐτοῦ τὸ ἀρρώστημα, κατὰ δὲ τὸν Σύμμαχον· κύριος ἠθέλησεν ἀλοῆσαι αὐτὸν ἐν τῷ τραυματισμῷ. τούτοις ἑξῆς εἴρηται· ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον. ὃ δὲ λέγει τοιοῦτον ἔχει τὸν νοῦν· μετὰ τὰ προλεχθέντα πάντα, εἴ τις τῶν εἰς αὐτὸν ἠσεβηκότων βουληθείη θυσίαν ἀνενεγκεῖν ὑπὲρ τῆς αὐτοῦ ἁμαρτίας, τοῦτ' ἔστιν ἐξομολόγησιν καὶ μετάνοιαν τῶν ἡμαρτημένων ἐνδείξασθαι, οὐκ ἀποτεύξεται τῆς εἰς αὐτὸν ἀγαθῆς ἐλπίδος. εἰ γὰρ καὶ τὰ μάλιστα εἴρηται· ὅτι δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ, ἀλλ' ὅμως ἐὰν δῶτε ὑμεῖς οἱ τὰ τοιαῦτα τολμήσαντες τὸ ὑπὲρ ἁμαρτίας δῶρον, τεύξεσθε ἀφέσεως καὶ ἡ ψυχὴ ὑμῶν σωθήσεται, καὶ οὐχ ἁπλῶς σωθήσεται, ἀλλὰ καὶ ὄψεται τὸ μακρόβιον σπέρμα. τοῦτο δὲ ἦν τὸ ὑπ' αὐτοῦ καταβληθὲν εἰς ἀνθρώπους, περὶ οὗ «ἐν παραβολαῖς» διδάσκων ἔλεγεν· «ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι», καὶ πάλιν· «ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἰδίῳ ἀγρῷ». ἐὰν οὖν δῶ τε περὶ ἁμαρτίας, τοῦτο τὸ λογικὸν καὶ οὐράνιον σπέρμα ὄψεται ἡ ψυχὴ ὑμῶν. ἀντὶ δὲ τοῦ· καὶ κύριος βούλεται ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, ὁ Σύμμαχος· καὶ θέλημά φησι κυρίου ἐν χειρὶ αὐτοῦ εὐοδωθήσεται, κατὰ δὲ τὸν Ἀκύλαν· καὶ βούλημα κυρίου ἐν χειρί. τοῦτο δὲ ἐπὶ μόνου τοῦ σωτῆρος ἡμῶν λέγεσθαι ἁρμόζει· διὰ παντὸς γὰρ τοῦ πατρὸς τὸ θέλημα ἐν τῇ χειρὶ αὐτοῦ κατευωδοῦτο. Ἔδωκε δὲ αὐτῷ καὶ φῶς εἰς τὸ φωτίζεσθαι τοὺς δι' αὐτοῦ δικαιουμένους, καὶ σύνεσιν δὲ αὐτῷ ἐδωρήσατο· «ἐπανεπαύσατο γὰρ ἐπ' αὐτὸν» «πνεῦμα σοφίας καὶ συνέσεως» εἰς τὸ συνετοὺς ἀπεργάζεσθαι καὶ δικαιοῦν τοὺς ἀξίους τοῦ δικαιοῦσθαι. τίνες δέ εἰσιν οὗτοι, ἐπιλέγει· καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει, ἢ κατὰ τὸν Σύμμαχον· καὶ τὰς ἀσεβείας αὐτῶν αὐτὸς ὑπενέγκει· ἀναλαμβάνων γὰρ τῶν πάλαι ἁμαρτωλῶν καὶ ἀσεβῶν εἰς ἑαυτὸν τὰς ἀσεβείας καὶ ἀποδιδύσκων αὐτοὺς τὸν τῆς ἁμαρτίας χιτῶνα δικαίους αὐτοὺς ἀπειργάζετο. διὸ ἐπιφέρεται· διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς· διὰ τοῦτο γὰρ ἐπειδὴ εἰς ἑαυτὸν τὰς τῶν πολλῶν ἀνέλαβεν ἁμαρτίας, τούτου χάριν καὶ δεδύνηται κλῆρον ἑαυτῷ ποιήσασθαι τοὺς πάντας. εἰ γὰρ μὴ οἷός τε ἦν ἀφιέναι ἁμαρτίας, διέμειναν ἂν ἐν τοῖς αὐτῶν πλημμελήμασι καὶ οὐκ ἂν ἔτυχον σωτηρίας. νῦν δὲ ἐπειδὴ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνέλαβε, διὰ τοῦτο καὶ κληρονομίαν αὐτοὺς εἴληφε παρὰ τοῦ πατρός. ὃ δὴ καὶ διδάσκει αὐτὸς λέγων· «κύριος εἶπε πρός με Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς». καὶ τῶν ἰσχυρῶν δὲ ἐμέρισε σκῦλα, τῶν ἀντικειμένων δηλαδὴ δυνάμεων, τῶν