230
τε πονηρῶν δαιμόνων, ὧν ἐξαρπάσας τὰς αἰχμαλώτους ὑπ' αὐτοῖς γενομένας ψυχάς, σκῦλα ἑαυτῷ ἐποιήσατο, ἅπερ σκῦλα τοῖς ἑαυτοῦ μαθηταῖς διένειμε διαφόρους ἐξ αὐτῶν συστησάμενος ἐκκλησίας. διὸ ἀνωτέρω ἐλέγετο· «καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα». ταῦτα δὲ πάντα δυνατός ἐστι ποιῆσαι καὶ ποιήσει, ἀνθ' ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, ὥσπερ τινὰ μισθὸν παρὰ τοῦ πατρὸς τοῦτ' εἰληφώς, λέγω δὲ τὸ ἀφιέναι ἁμαρτίας τοῖς προημαρτηκόσι καὶ ὑπὸ τὸν αὐτοῦ κλῆρον ὑπάγειν αὐτούς. ἐπειδὴ γὰρ παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ ἐπειδὴ αὐτὸς ἁμαρτίας πολλῶν ἀνέλαβε καὶ διὰ τὰς ἀνομίας αὐτῶν παρεδόθη, τούτου χάριν κληρονομήσει πολλοὺς καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα. πῶς δὲ ἐν ἀνόμοις ἐλογίσθη, διδάσκει τὸ Εὐαγγέλιον, καθ' ὃν καιρὸν «συνεσταυροῦντο» αὐτῷ παρ' ἑκάτερα «οἱ λῃσταί», πεπληρῶσθαι λέγον τὴν προφητείαν· εἴρηται δ' οὖν παρὰ τῷ Μάρκῳ· «καὶ σὺν αὐτῷ ἐσταύρωσαν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων. καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα· καὶ μετὰ τῶν ἀνόμων ἐλογίσθη». 2.43 Ἀκολούθως μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν προφητείαν, ἐν ᾗ διεγράφετο ἡ εἰς ἀνθρώπους αὐτοῦ γένεσις καὶ ὁ μετὰ ταῦτα βίος, ὅ τε θάνατος καὶ ἡ τοῦ θανάτου αἰτία διὰ τῶν προκειμένων ὁ λόγος εὐαγγελίζεται τὴν δι' αὐτοῦ καθ' ὅλης τῆς οἰκουμένης ἱδρυνθεῖσαν ἐκκλησίαν πάλαι οὖσαν ἔρημον καὶ ἄγονον καὶ ἄκαρπον, διὸ καὶ στείραν αὐτὴν ὀνομάζει, ἐπειδὴ τοιαῦταί τινες ἦσαν πάλαι πρότερον αἱ τῶν ἀπίστων ἐθνῶν ψυχαί. ἀλλὰ νῦν μεταβολὴν τὴν ἐπὶ τὸ κρεῖττον ὁ λόγος αὐταῖς εὐαγγελιζόμενος τῇ πάλαι στείρᾳ παρακελεύεται εὐφραίνεσθαι, ἤδη δὲ ὡς ἂν ὑποδεξαμένῃ σπόρον καὶ λοιπὸν κυούσῃ καὶ μελλούσῃ τίκτειν τὸ σωτήριον καὶ ἀγαθὸν γέννημα ἐπιλέγει· ῥῆξον καὶ βόησον, ἡ πάλαι οὐ τίκτουσα, ἢ κατὰ τὸν Ἀκύλαν ἀντὶ τοῦ· ῥῆξον καὶ βόησον, κελάδει αἴνεσιν καὶ χρεμέτισον, οὐκ ὠδίνουσα, ὁ δὲ Σύμμαχός φησιν· ἱλάρυνον ἐν ἀγαλλιάσει καὶ χρεμέτισον, μὴ τίκτουσα, ὁ δὲ Θεοδοτίων ῥῆξόν φησιν εὐφροσύνην καὶ τέρπου, οὐκ ὠδίνουσα. καὶ ἐπιλέγει· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα, κατὰ δὲ τὸν Σύμμαχον· πολλὰ γὰρ τὰ τέκνα τῆς ἠφανισμένης ὑπὲρ τὰ τέκνα τῆς ὑπάνδρου· καὶ γὰρ ἦν πάλαι πρότερον ἡ ἐξ ἐθνῶν ἐκκλησία ἠφανισμένη καὶ ἔρημος, ἅτε μηδέπω τὸν ἐπουράνιον κεκτημένη νυμφίον. πλὴν πολυκαρπίαν αὐτῇ καὶ πολυτεκνίαν ἐπαγγέλλεται πλείονα τῆς ἐχούσης τὸν ἄνδρα. τίς δὲ ἦν αὕτη ἢ τὸ Ἰουδαίων ἔθνος καὶ ἡ παρ' αὐτοῖς πάλαι τετιμημένη ὡς θεοῦ πόλις Ἰερουσαλήμ; ἥτις ἔχουσα τὸν ἄνδρα τὸν ἐπουράνιον λόγον ἠλέγχετο «ἀποστασίου βιβλίον» αὐτῷ δεδωκυῖα καὶ ἐκπορνεύσασα ἐξ αὐτοῦ ἐν τοῖς ἔμπροσθεν, δι' ὧν ἐλέγετο· «Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών, πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί». ἐν παραθέσει τοιγαροῦν τῆς πάλαι τὸν ἄνδρα κτησαμένης ἡ ἐν τοῖς ἔθνεσιν ἔρημος οὖσα θεοῦ τὸ πρὶν ψυχὴ ἐπαγγελίας ἀξιοῦται χρηστῆς πολυπαιδίαν καὶ πολυτεκνίαν αὐτῇ εὐαγγελιζομένου τοῦ λόγου ὡς ἐν παραθέσει τοῦ ἐκ περιτομῆς λαοῦ τὰ ταύτης τέκνα πολυπλασιάζεσθαι. διὸ λέλεκται· ὅτι πολλὰ τὰ τῆς ἐρήμου τέκνα μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Εἶτα τῇ αὐτῇ προσφωνεῖ λέγων· πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου, πῆξον, μὴ φείσῃ· μάκρυνον τὰ σχοινίσματά σου καὶ τοὺς πασσάλους σου κατίσχυσον. λέλεκται δὲ ταῦτα ὡς ἂν καὶ ἐπὶ «τῆς σκηνῆς» τῆς ὑπὸ Μωϋσέως κατασκευασθείσης· ἐκείνῃ γὰρ χρησάμενος ὁ λόγος εἰκόνι τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ προσφωνεῖ μὴ κατ' ἐκείνην σμικρύναι τὴν ἑαυτῆς οἰκοδομήν, ἀλλὰ πλατύναι τὴν σκηνοπηγίαν ἑαυτῆς ἐκτείνασαν εἰς ἄφατον «μῆκός» τε καὶ «πλάτος»· ἡ μὲν γὰρ ὑπὸ Μωϋσέως κατασκευασθεῖσα πηχῶν ἦν «ἑκατὸν μήκους, πλάτος δὲ πεντήκοντα». ἐνταῦθα δὲ μὴ