231
φείσῃ φησὶ τούτου μηδὲ στενοχωρήσῃς σεαυτὴν τοῖς μέτροις, ἀλλ' ἐκτείνασα μάκρυνον καὶ κατίσχυσον, ἔτι μᾶλλον εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον. νοήσεις δὲ τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ μέγεθος τῆς νέας ταύτης σκηνῆς, ἣν ἔπηξεν οὐκ ἄνθρωπος, ἀλλ' ὁ κύριος ἐπὶ νοῦν βαλών, ὅση μὲν ὑπῆρχε τοῖς μέτροις ἡ ὑπὸ Μωϋσέως κατασκευασθεῖσα, ὅση δὲ ἦν ἡ Ἰερουσαλὴμ τὸν νεὼν ἔχουσα «μήκους πηχῶν ἑξήκοντα καὶ πλάτους εἴκοσι». ὥσθ' εἴπερ ἦν θαύματος ἄξιος ὅ τε νεὼς ἐν μιᾷ πόλει τῆς Παλαιστίνης ἱδρυμένος, πόσῳ μᾶλλον τὰ πλήθη καὶ τὰ μεγέθη καὶ τὰ κάλλη τῶν κατὰ πάντα τόπον ἀνεγηγερμένων ἐκκλησιῶν τοῦ θεοῦ. καὶ ὅτι ταῦτα τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ θεσπίζεται, παρίστησι σαφῶς τὸ λόγιον ἐπιφέρων ἑξῆς· καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις ἠρημωμένας κατοικιεῖς. σπέρμα δὲ τῆς ἐκκλησίας τοῦ θεοῦ εἴη ἂν ὁ εὐαγγελικὸς λόγος, περὶ οὗ εἴρηται· «ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι», καί· «οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ»; τὸ δ' αὐτὸ τοῦτο σπέρμα καὶ πόλεις ἠρημωμένας συνεστήσατο. κατὰ δὲ τὸν Σύμμαχον εἴρηται· τὸ δὲ σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις ἠφανισμένας κατοικιοῦσι. δύναται δὲ σπέρμα εἶναι τῆς ἐκκλησίας καὶ ἡ τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν διαδοχή, δι' ὧν ἡ θεοσεβὴς πολιτεία ἐν ταῖς πάλαι ἠφανισμέναις καὶ θεοῦ ἐρήμοις ἐκκλησίαις συνέστη. Τούτοις ἑξῆς ἐπιλέγει· μὴ φοβοῦ ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς ὅτι ὠνειδίσθης. ὅτε μὲν γὰρ ἦν στεῖρα καὶ οὐ τίκτουσα οὐδὲ ὠδίνουσα μηδὲ τὸν ἄνδρα ἔχουσα, ἐπονείδιστος ἦν καὶ αἰσχύνης ἔμπλεως· ἀλλὰ νῦν φησι πρὸς αὐτήν· Εἰ καὶ πάλαι ποτὲ αἰσχύνης καὶ ὀνείδους ἔπραττες ἄξια, ἀλλὰ νῦν θάρσει, ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ καὶ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησθήσῃ. χηρείαν δὲ ἀποκαλεῖ ἐνταῦθα τὴν στέρησιν τοῦ νυμφίου λόγου, ἧς οὐ μνησθήσῃ φησὶν ὅτι κύριος τῶν δυνάμεών ἐστιν ὁ ποιῶν σε· οὐ γὰρ ἐξ ἀνθρώπων οὐδὲ δι' ἀνθρώπου τὰ τῆς συστάσεως γέγονεν, ἀλλὰ δι' αὐτοῦ τοῦ κυρίου. διὸ καὶ ὁ σωτὴρ αὐτὸς ἐπαγγέλλεται λέγων· «ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς». αὐτὸς οὖν οὗτος ὁ ποιῶν σε, κύριος τῶν δυνάμεων αὐτός ἐστιν, ὁ καὶ πάλαι ὢν θεὸς Ἰσραὴλ καὶ νῦν πάσῃ τῇ γῇ γινωσκόμενος. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· θεὸς πάσης τῆς γῆς κληθήσεται. Ἐπιμένων δὲ ὁ λόγος ταῖς πρὸς τὴν ἔρημον ἐπαγγελίαις ἐπιφέρει· οὐχ ὡς γυναῖκα καταλελειμμένην καὶ ὀλιγόψυχον κέκληκέ σε κύριος οὐδ' ὡς γυναῖκα ἐκ νεότητος μεμισημένην, εἶπεν ὁ θεός σου, κατὰ δὲ τὸν Σύμμαχον· ὡς γὰρ γυναῖκα καὶ κατώδυνον καὶ ἐγκαταλελειμμένην πνεύματι ἐκάλεσέ σε κύριος καὶ γυναῖκα νεότητος ὅταν ἀπωσθῇ, εἶπεν ὁ θεός· ἐν τάχει σμικρῷ ἐγκατέλιπόν σε καὶ ἐν οἰκτιρμοῖς μεγάλοις ἀθροίσω σε, ἐν ὀξυσμῷ ὀργῆς ἔκρυψα τὸ πρόσωπόν μου πρὸς ὀλίγον ἀπὸ σοῦ καὶ ἐν ἐλέει αἰωνίῳ ᾠκτείρησά σε. Εἶτ' ἐπιλέγει, ὅτι ὥσπερ ἐπὶ τοῦ Νῶε ἐπωμοσάμην μηκέτι κατακλυσμῷ τοὺς ἐπὶ γῆς ἀπολέσειν, οὕτως καὶ νῦν ἐπὶ σοὶ ὅρκῳ τὸν ἐμαυτοῦ λαὸν πιστοῦμαι μηκέτι σοὶ θυμωθήσεσθαι· τὰ γὰρ ὄρη σαλευθήσονται καὶ οἱ βουνοὶ ταραχθήσονται, τὸ δὲ ἔλεός μου ἀπὸ σοῦ οὐκ ἀποστραφήσεται οὐδὲ ἡ διαθήκη τῆς εἰρήνης μου ἀνακλιθήσεται, εἶπεν ὁ οἰκτείρων σε κύριος· θᾶττον γὰρ τὰ ὄρη μεταστήσονται τῶν οἰκείων ἑδρασμάτων καὶ οἱ βουνοὶ ταραχθήσονται ἢ τὸ ἐμὸν ἔλεος ἀποκινηθήσεται. καὶ ταῦτα δὲ τῷ θεοσεβεῖ πολιτεύματι ἐπαγγέλλεται ὁ λόγος, ὃ πάλαι μὲν ἦν παρὰ Ἰουδαίοις, διαπεσὸν δὲ παρ' αὐτοῖς ἐπὶ τὴν «ἐξ ἐθνῶν» ἐκκλησίαν μεταβέβηκε. καὶ διαθήκην δὲ εἰρήνης ὑπισχνεῖται αὐτῇ φάσκων· οὐδὲ ἡ διαθήκη τῆς εἰρήνης μου οὐ μὴ μεταστῇ. Εἶθ' ὑπομιμνῄσκει ὁποία τις ἦν τὸ πρότερον παρὰ Ἰουδαίοις ἡ θεοσεβὴς πολιτεία καὶ οἵας τεύξεται τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς. διό φησι· ταπεινὴ καὶ ἀκατάστατος· ἦν γὰρ παρὰ Ἰουδαίοις τῷ ὄντι ταπεινὴ σωματικὴ θρησκεία ἐν σώματος περιτομῇ καὶ ἐν θυσίαις ζῴων καὶ τοῖς